Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.631
Not analysed yet
ἀρξάμενον, παροξυνθέντα δ' ἐν τῇ δευτέρᾳ, προσθεὶς δ' ὅτι καὶ γλῶσσα ἐπίξηρος καὶ οὐχ ὕπνωσε καὶ διψώδης ἦν, ὅμως ὠμά φησιν εἶναι τὰ διαχωρήματα. καῦσον δὲ [τὸν] πυρετὸν ἐπὶ χολώδεσι χυμοῖς ἴσμεν γιγνόμενον. εἰκὸς οὖν τῇ γυναικὶ ταύτῃ κατὰ μὲν ὅλον τὸν ὄγκον τοῦ σώματος ἠθροῖσθαι τὸν χολώδη χυμόν, ἐν δὲ ταῖς πρώταις φλεψὶ ταῖς κατὰ τὸ μεσάραιόν τε καὶ τὰ σιμὰ τοῦ ἥπατος ὠμὸν περιέχεσθαι. καὶ μὴν καὶ τὰ οὖρά φησιν αὐτῇ γεγονέναι λεπτὰ παραπλησίως τοῖς ὠμοῖς διαχωρήμασιν, ὡς οὐ μόνον ἐν ταῖς πρώταις φλεψίν, ἀλλὰ καὶ <κατὰ> τὰ κυρτὰ τοῦ ἥπατος ὠμῶν πλεοναζόντων χυμῶν. α καῦσος. Ἐπὶ τέλει τῆς ἀρρώστου ταύτης ἐν πολλοῖς τῶν ἀντιγράφων προσγέγραπται καῦσος, ἔνια δ' οὐ τοῦτο μόνον ἔχει γεγραμμένον, ἀλλὰ καὶ τὸ α προσκείμενον, ὡς ἤτοι πρώτην νοεῖσθαι τὴν ἄρρωστον ταύτην ἐν καύσῳ γεγονυῖαν ἢ πρῶτον εἶδος εἶναι τοῦτο τοῦ καύσου, τὸ δ' ἐφεξῆς αὐτῷ γεγραμμένον δεύτερον ἐπὶ τῆς γυναικός, ἧς οὕτως ἄρχεται· "ἑτέρην ἐξ ἀποφθορῆς." ἐπεὶ δὲ κατὰ τὸν ὄγδοον ἄρρωστον, οὗ<περ> ἡ ἀρχή· "τὸ |