Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.632
Not analysed yet
μειράκιον, ὃ κατέκειτο ἐπὶ ψευδέων ἀγορῇ", τελεώτερον ἔφην ποιήσεσθαι τὸν περὶ τῶν οὕτως προσγεγραμμένων λόγον, ὅταν ἐξηγῶμαι τὸν δέκατον ἄρρωστον, ἀποδοτέον μοι νῦν αὐτόν· ἐκ δυοῖν τούτοιν ὑποπτεύειν χρὴ προσγεγράφθαι τὸ καῦσος ὑφ' ἑτέρου τινός, οὐκ αὐτοῦ τοῦ συγγραφέως, ὅτι πρῶτον μὲν ἂν οὐχ ἑνὶ ἢ δυσὶ τῶν ἀρρώστων ἐπὶ τῇ τελευτῇ τῆς διηγήσεως τὴν ἰδέαν τῆς νόσου προσέγραψεν, ἀλλὰ πᾶσιν ἢ τοῖς γε πλείστοις, εἴπερ ὅλως ἐβούλετο καὶ ταύτας ἡμᾶς διδάσκειν, ὡς ἔνιοι τῶν μετ' αὐτὸν ἐποίησαν. ὁ δὲ ὡς εἰδόσι διαγινώσκειν τὰ νοσήματα τὴν διήγησιν ἐποιήσατο τῶν συμβάντων τοῖς ἀρρώστοις. φαίνονται δὲ καὶ οἱ ἄλλοι παλαιοὶ μὴ στοχαζόμενοι κατὰ τὰ συγγράμματα τῶν ἄρτι προσιόντων ταῖς βίβλοις, ἀλλὰ τῶν ἤδη τινὰ κατ' αὐτὰς ἐχόντων ἕξιν. βεβαιοῖ δέ μου τὴν ὑπόληψιν πρὸς τῷ προειρημένῳ δεύτερον τὸ τὰ <τοιαῦτα> τῷ τρίτῳ τῶν Ἐπιδημιῶν μόνῳ προσγεγράφθαι. πᾶσιν οὖν τοῖς τοῦτ' ἐξηγησαμένοις τὸ βιβλίον ἔδοξεν ὑφ' ἑτέρου τινὸς, τοῦ τοὺς διεσκευασμένους †τὸν νοῦν ἐκείνους