Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.636
Not analysed yet
τος ἢ ἐξ αἱμορροΐδων ἀμέτρων ἐξέτρωσαν ἔνιαι. οἶδα δέ τινας κἀξ αὐτοῦ τοῦ τραχήλου τῆς μήτρας αἱμορραγησάσας ἐγκύμονας ἐπὶ πλέον, εἶθ' ἑξῆς ἐκβαλούσας τὸ ἔμβρυον. ὧν ὅτι μηδὲν ἐγένετο ταῖς κατὰ τόνδε τὸν λόγον ὑφ' Ἱπποκράτους γεγραμμέναις γυναιξί, δῆλον ἐξ αὐτοῦ τοῦ μὴ προσγεγράφθαι κατὰ τὴν διήγησιν αὐτῶν, καίτοι γ' εἰωθότος αὐτοῦ μὴ παραλείπειν τὰ τοιαῦτα. πυρέξαι τοίνυν αὐταῖς οὐ διὰ τὴν τῶν ἐμβρύων ἐγένετο φθοράν, ἀλλ' ἔμπαλιν ἀποφθεῖραι τὸ κύημα διὰ τὸν πυρετόν. ἔοικε δ' ἐκ ταύτης τῆς γυναικὸς ὁρμηθεὶς ὁ γράψας τὸ Προρρητικὸν οὕτως εἰπεῖν· "οἱ κωματώδεες ἐν ἀρχῇσι <γινόμενοι> μετὰ κεφαλῆς, ὀσφύος, ὑποχονδρίου, τραχήλου ὀδύνης, ἀγρυπνέοντες ἆρά γε φρενιτικοί;" δύναται δὲ καὶ αὐτὸς ἑτέραν ἢ ἕτερον οὕτως ἔχοντα θεάσασθαι. τὴν δ' οὖν προκειμένην ἐν τῷ λόγῳ γυναῖκα κωματώδη τε καὶ πάλιν ἄγρυπνον ἔφη γενέσθαι, κεφαλῆς τε βάρος σχεῖν καὶ ὀσφύος ὀδύνην, οὐ μὴν περὶ τραχήλου προσέθηκέ τι. φησὶ δὲ καὶ τὴν κοιλίαν ἐπιταραχθῆναι λεπτοῖς καὶ ἀκρά-