Ancient Greek · ~3 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.635
Not analysed yet
παρ|ωξύνθη, πολλὰ παρέλεγε καὶ πάλιν ταχὺ κατενόει· ἄδιψος, ἄγρυπνος, κοιλίη πολλοῖσιν ἀκαίροισι διὰ τέλεος· οὖρα ὀλίγα, λεπτά, ὑπομέλανα· ἄκρεα ψυχρά, ὑποπέλιδνα. ἕκτῃ διὰ τῶν αὐτῶν. ἑβδόμῃ ἀπέθανε. Ἡ μὲν πρὸ ταύτης γεγραμμένη νήπιον ἔτι τὸ ἔμβρυον ἀπέφθειρε, καὶ χρὴ νήπιον τὸ ἔμβρυον, ὡς ἔφην, ἀκούειν ἑνὸς ἢ δυοῖν μηνῶν ἢ τὸ μακρότατον τριῶν, ἡ δὲ νῦν ἡ κατὰ τὸν ἐνεστῶτα λόγον πεντάμηνον ἔμβρυον ἐξέτρωσεν, οὐδ' αὐτὴ διά τι τῶν ἔξωθεν αἰτίων, ἀλλ' ἐκ τῆς κατὰ τὸ σῶμα διαθέσεως. ἐνίοτε μὲν γὰρ πηδήσασαι σφοδρότερον ἢ δείσασαί τι τῶν ὀφθέντων αὐταῖς φοβερῶν αἰφνιδίως ἐκτιτρῴσκουσιν αἱ γυναῖκες, ἐνίοτε δὲ καὶ δι' ὀδύνην ἢ ἀπεψίαν σφοδρὰν ἢ φαρμακώδους τινὸς ἐδωδὴν ἢ ἄντικρυς φαρμάκου πόσιν ἢ διὰ τὸ προσθέσθαι τι τῶν ἀμβλωθριδίων, ἀλλὰ καὶ διὰ φλεβοτομίαν καὶ δι' αἱμορραγίαν ἐκ τραύμα|