Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.638
Not analysed yet
οὐκέτι μνημονεύσας ἔνδειξιν παρέ|σχεν ἡμῖν τοῦ μέλλειν ὅσον οὔπω παραφρονήσειν. εἰκότως δ' οὖν ἐφεξῆς ἐρεῖ τετάρτῃ παρέκρουσε, φόβοι, δυσθυμίαι, πρὸς δὲ <τούτῳ> καὶ τὸ δεξιῷ ἴλλαινεν, ἔτι τε τὸ ἵδρου περὶ κεφαλὴν ὀλίγῳ ψυχρῷ φρενιτικήν τε ἤδη τὴν ἄνθρωπον ἐδήλωσεν εἶναι καὶ πρὸς τούτῳ μοχθηρῶς ἔχειν πάνυ. προστεθέντος δὲ τοῖς εἰρημένοις σημείοις τε καὶ συμπτώμασι <τοῦ> τῶν ψυχρῶν ἀκρέων ἔτι μᾶλλον ἄν τις αὐτὴν προσεδόκησε τεθνήξεσθαι, ὥσπερ δὴ καὶ ἀπέθανεν ἀκόλουθα τοῖς εἰρημένοις συμπτώμασιν σχοῦσα τὰ κατὰ τὴν πέμπτην καὶ τὴν ἕκτην. τὰ δ' ὡς μαρτυροῦντα τούτοις ἐν τῷ Προρρητικῷ γεγραμμένα φθάνω δείξας ἐν τοῖς εἰς ἐκεῖνο τὸ βιβλίον ὑπομνήμασιν ὅπως ἐστὶ μοχθηρά. μνημονεύσω μέντοι νῦν κἀκ τούτων τινῶν ἀναμνήσεως ἕνεκα, καίτοι παρῃτημένος τὰ τοιαῦτα γράφειν. εἰρημένου τοίνυν ἐν τῷ Προρρητικῷ "ἐξ ὀσφύος ἀναδρομῆς ὀφθαλμῶν ἴλλωσις κακόν", διὰ τοῦτο τῆς γυναικὸς ταύτης ἀναμιμνῄσκουσιν ἐν τοῖς περὶ ταύτης τῆς ἐν τῷ Προρρητικῷ ῥήσεως. ἔστι μὲν οὖν, ὡς ἐδείχθη, τὰ τοιαῦτα πάντα μοχθηρά, γινωσκόντων ἡμῶν ἐν τῷ καθόλου τὴν διαστροφὴν τῶν |