Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.639
Not analysed yet
ὀφθαλμῶν οὐκ ἀγαθὸν εἶναι σημεῖον, ἐάν τ' ἐξ ὀσφύος ἀναδρομῆς ἐάν θ' ὁπωσοῦν γένηται, μετὰ τοῦ κακόζηλον εἶναι τὴν ἑρμηνείαν καὶ πόρρω τῆς Ἱπποκράτους λέξεως. οὐ γὰρ ἂν εἶπεν "ἐξ ὀσφύος ἀναδρομῆς", ἀλλ' ὡς ἐν τῷ Προγνωστικῷ κατὰ τήνδε τὴν λέξιν· "αἱ δὲ σὺν πυρετῷ ὀδύναι γινόμεναι περὶ τὴν ὀσφὺν καὶ τὰ κάτω χωρία, ἢν τῶν φρενῶν ἅπτωνται τὰ κάτω ἐκλείπουσαι, ὀλέθριον κάρτα." οὐ μὴν οὐδ' ἔχει τις ἐπὶ τῆς προκειμένης ἀρρώστου δεῖξαι γεγονυῖαν ἐπὶ τὴν κεφαλὴν ἄνοδον τῶν κατὰ τὴν ὀσφὺν πλεοναζόντων χυμῶν. ὥσπερ <μὲν οὖν> καὶ ταῦτα μάτην εἶπόν τινες τῶν ἐξηγητῶν, οὕτω καὶ τήνδε τὴν ῥῆσιν ἐκ τοῦ Προρρητικοῦ κακῶς ἐπιφέρουσι τοῖς νῦν εἰρημένοις εἰς ἐξήγησιν τῆς προκειμένης ἀρρώστου, καθ' ἥν φησι "κοιλίης περίπλυσις ἐξέρυθρος κακὸν μὲν ἐν πᾶσιν, οὐχ ἥκιστα δ' <ἐπὶ> τοῖς προειρημένοις", οὐκ εἰρηκότος Ἱπποκράτους ἐξέρυθρον τῇ γυναικὶ ταύτῃ γεγονέναι περίπλυσιν κοιλίης. ἔτι δὲ μᾶλλον ἀτόπως μνημονεύουσι καὶ τῆσδε τῆς ῥήσεως "ἐν πυρετοῖσι καυσώδεσιν ὑποπεριψύχουσι, διαχωρήμασιν ὑδατοχό|