Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.644
Not analysed yet
ἄλλο τι τῶν γενομένων αὐτῇ χρη|στὸν ἦν εὐθέως τε κατὰ τὴν δευτέραν ἐπιρριγώσασα μικρὰ καὶ ὀξέως πυρέξασα περὶ τὴν κεφαλὴν ἵδρωσεν ὀλίγον ψυχρόν, εἶτα πάλιν ἐν τῇ τετάρτῃ πάντα παρωξύνθη καὶ κατὰ τὴν ἑβδόμην αὖθις ἐπερρίγωσεν [γλῶσσά τε ξηρὰ] καὶ ὀξέως πυρέξασα πρὸς τῷ σχεῖν ἄκρεα ψυχρὰ καὶ τὸ μηκέτ' ἀναθερμαίνεσθαι ταῦτα προσέλαβεν, πῶς οὐκ ἐχρῆν αὐτὴν ἀποθανεῖν πάντως ἤτοι κατὰ τὴν ἐνάτην ἢ κατὰ τὴν ἑνδεκάτην ἡμέραν; ἐπέζησεν οὖν ἄχρι τῆς τεσσαρεσκαιδεκάτης ἡμέρας διά τε τὴν ἡλικίαν καὶ τὴν ἰσχὺν τῆς φύσεως, ἥτις τὴν αὐτὴν ῥώμην ἐνεδείξατο κἀν τῷ τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ ποιῆσαι τὴν αἱμορραγίαν. ἀλλὰ γὰρ οὐκ ἔμελλεν ἰάσεσθαι τὴν νόσον οὖσαν μεγίστην ἡ κένωσις τοῦ αἵματος. ἐνεδείξατο δὲ τὸ μέγεθος αὐτῆς πρὸς τοῖς ἄλλοις συμπτώμασι καὶ ἡ δυσωδία τῶν ἐμεθέντων μελάνων· ἀεὶ γὰρ ὀλέθρια τὰ δυσώδη, καθότι καὶ αὐτὸς ἐν Προγνωστικῷ φησι· "πᾶσαί τε αἱ ὑπόσαπροι καὶ δυσώδεες ὀδμαὶ κακαὶ ἐπὶ πᾶσι τοῖς ἐμουμένοισι."