Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.643
Not analysed yet
μέλανα δυσώδεα, λυγμὸς πολύς, δίψος ἐπιπόνως. τρισκαιδεκάτῃ μέλανα δυσώδεα πολλὰ ἤμεσε, ῥῖγος· περὶ δὲ μέσον ἡμέρης ἄφωνος. τεσσαρεσκαιδεκάτῃ αἷμα διὰ ῥινῶν, ἀπέθανε. ταύτῃ διὰ τέλεος κοιλίη ὑγρή, φρικώδης, ἡλικίῃ περὶ ἔτεα ἑπτὰ καὶ δέκα. Εἴτ' Ἀθήνησιν ἐν τῇ τῶν Κερκώπων ἀγορᾷ κατέκειτο τοῦτο τὸ γύναιον εἴτ' ἐν ἄλλῃ πόλει, ζητεῖν ἑτέροις παρέντες σκεψώμεθα τὰ συμβάντα δι' ὅλου τοῦ νοσήματος, ἐφ' οἷς ἀδύνατον ἦν αὐτὴν ζῆσαι. πάντα γὰρ ἀπ' ἀρχῆς ἦν θανάσιμα. καὶ μᾶλλον ἄν τις θαυμάσειε, πῶς ἐξήρκεσε μέχρι τῆς τεσσαρεσκαιδεκάτης ἡμέρας. ἀλλά μοι δοκεῖ διὰ τοῦτο ἐπὶ τῷ τέλει τῶν κατ' αὐτὴν προσθεῖναι τὸ ἡλικίῃ περὶ ἔτεα ἑπτὰ καὶ δέκα. [εἶχε μὲν οὖν καὶ τὴν ἡλικίαν νεάζουσαν καὶ διὰ τοῦτο ἴσχουσαν· ἦν γάρ, φησίν, ἐτῶν ἑπτὰ καὶ δέκα.] δῆλον δὲ ὅτι πρὸς τῷ τῆς ἡλικίας ἰσχυρῷ καὶ αὐτὴ καθ' ἑαυτὴν οὐκ ἀσθενῆ τὴν φύσιν εἶχεν, ἢ οὐκ ἂν ἐξήρκεσεν. ὅπου γὰρ οὔτ'