Ancient Greek · ~2 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.646
Not analysed yet
ΓΑΛΗΝΟΥ ΕΙΣ ΤΟ ΤΡΙΤΟΝ ΒΙΒΛΙΟΝ ΤΩΝ ΕΠΙΔΗΜΙΩΝ ΙΠΠΟΚΡΑΤΟΥΣ ΥΠΟΜΝΗΜΑ ΤΡΙΤΟΝ Λοιμώδη κατάστασιν ἐνταῦθα γράφοντος Ἱπποκράτους, ὅσα πρὸς τὴν ἐξήγησιν ὧν ἐρεῖν μέλλει χρήσιμά ἐστιν ἐν τοῖς ἔμπροσθεν ὑφ' ἡμῶν ἐξηγηθεῖσι διὰ κεφαλαίων ὑπομνήσας, οὕτως ἐπὶ τὰς ῥήσεις αὐτοῦ παραγενήσομαι. πρῶτον μὲν οὖν ὅτι κατάστασιν οὐ μόνον τὴν παρὰ φύσιν ἐν τῷ περιέχοντι κρᾶσιν, ἀλλὰ καὶ πᾶσαν ἰδέαν ἅπαντος πράγματος οὕτως εἴωθεν ὀνομάζειν ἀναμνησθῶμεν· εἶθ' ὅτι κατὰ φύσιν ἐστί τις ἑκάστῃ κρᾶσις τῶν ὡρῶν· |