Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.647
Not analysed yet
εἶθ' ὅτι διὰ τὴν εἰς τὸ παρὰ φύσιν ἐκτροπὴν αὐτῶν ἐν τοῖς σώμασιν ἡμῶν γίγνεται τὰ νοσήματα. σὺν τούτοις δ' ἀναμνησθῶμεν ὧν ἐν τοῖς Ἀφορισμοῖς ἔγραψεν αὐτὸς λέγων ὧδε· "τῶν δὲ καταστάσεων τοῦ ἐνιαυτοῦ τὸ μὲν ὅλον οἱ αὐχμοὶ τῶν ἐπομβριῶν <εἰσιν> ὑγιεινότεροι καὶ ἧσσον θανατώδεες. νοσήματα δὲ ἐν μὲν τῇσιν ἐπομβρίῃσιν ὡς τὰ πολλὰ γίνεται πυρετοί τε μακροὶ καὶ κοιλίης ῥύσιες καὶ σηπεδόνες." ἀναμνησθῶμεν δὲ καὶ ὧν εἰς τὴν ἀρχὴν τοῦ δευτέρου τῶν Ἐπιδημιῶν ἐξηγούμενος ἔγραψα. <μὴ> μεμνημένος δέ τις ὧν εἶπον <αὖθις> ἀναγνοὺς ἐπιμελῶς αὐτὰ πρὸς τὴν τῶν νῦν προκειμένων ἐξήγησιν ἀφικνείσθω. Κατάστασις. Ἔτος νότιον, ἔπομβρον, ἄπνοια διὰ τέλεος. Ἐν μὲν τῷ πρώτῳ τῶν Ἐπιδημιῶν καταστάσεις ἔγραψε τρεῖς, ἐνταῦθα δὲ μίαν ταύτην, ἣν νῦν ἡμῖν ἐξηγεῖσθαι πρόκειται. καὶ μέντοι κἀν τῷ δευτέρῳ τῶν Ἐπιδημιῶν εἰσί τινες |