Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.669
Not analysed yet
Οὗ πρώτου πάντων ἐμνημόνευσε πάθους, εἰκότως καὶ νῦν πρώτου γράφει τὰς κατὰ μέρος διαφοράς, ἐνίοις μὲν αὐτὸ γενέσθαι λέγων ἐπὶ σμικραῖς ἀφορμαῖς, ἃς προφάσεις ὠνόμασεν, ἐνίοις δ' ἐν θεραπείαις οὖσι μεγάλας τε φλεγμονὰς ἀκολουθῆσαι καὶ νεμόμενον ἐπὶ πολὺ τὸ ἐρυσίπελας. τοῖς πλείοσι δὲ περὶ τὴν κεφαλὴν τοῦτο συμβῆναι διὰ τὸ πληρωθῆναι μάλιστα ταύτην ἐν ταῖς νοτίοις τε καὶ θερμαῖς ἀπνοίαις. τὸ δὲ τοῖς ἑξηκοντούταις αὐτὸ γενέσθαι μᾶλλον αἰτίαν ἔχει τήνδε· τὸ περιστὰν ἔξωθεν παρὰ φύσιν θερμὸν αἴτιον ἐγένετο τοῦ σαπῆναι τοὺς ἐν τῷ σώματι χυμούς, ὡς τό γ' ἐν ἡμῖν θερμόν, ὅταν ἀκριβῶς φυλάττῃ τὴν κατὰ φύσιν ἑαυτοῦ κρᾶσιν, αἷμα τῶν ἄλλων χυμῶν ἐργάζεται πλέον, ὅταν δ' ἐπὶ τὸ πυρωδέστερον ἐκτραπῇ, τὴν ὠχράν τε καὶ ξανθὴν χολήν. τὸ δ' ἔξωθεν θερμὸν αἴτιόν ἐστι σηπεδόνος χυμῶν. ὕλη μὲν γάρ ἐστιν ἡ ὑγρότης, αἰτία δὲ δραστικὴ τὸ παρὰ φύσιν θερμόν. οἱ τοίνυν γέροντες ὑγρότητας μὲν ἀθροίζοντες ἀεὶ περιττὰς διὰ τὴν ἀσθένειαν τῆς φύσεως, προσλαμβάνοντες δὲ καὶ τὴν ἐκ τοῦ περιέχοντος |