Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.668
Not analysed yet
Ἑκάστου δὲ τῶν ὑπογεγραμμένων εἰδέων ἦσαν οἱ κάμνοντες καὶ ἔθνῃσκον πολλοί. συνέπιπτε δ' ἐφ' ἑκάστοισι τούτων ὧδε. Ἐκ μὲν τοῦ φάναι καὶ ἔθνῃσκον πολλοὶ λοιμώδη τὰ ἐπιδημήσαντα νοσήματα δηλοῖ γεγονέναι, πολυειδῶν δ' αὐτῶν γενομένων ὑπὲρ ἑκάστου κατὰ μόνας εἰπεῖν ἐπαγγέλλεται διὰ τῶν ἐφεξῆς. Πολλοῖσι μὲν τὸ ἐρυσίπελας μετὰ προφάσιος ἐπὶ τοῖσι τυχοῦσι καὶ πάνυ ἐπὶ σμικροῖσι τρωματίοισιν ἐφ' ὅλῳ τῷ σώματι, μάλιστα δὲ τοῖς περὶ ἑξήκοντα ἔτεα περὶ κεφαλήν, εἰ καὶ σμικρὸν ἀμεληθείη. πολλοῖσι δὲ καὶ ἐν θεραπείαις ἐοῦσι μεγάλαι φλεγμοναὶ ἐγίνοντο, καὶ τὸ ἐρυσίπελας πολὺ ταχὺ πάντοθεν ἐπενέμετο. |