Ancient Greek · ~3 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.671
Not analysed yet
ὑγρότητά τε καὶ <θερμότητα καὶ> ἄπνοιαν τοῦ περιέχοντος ἐσήποντο, καὶ διὰ τοῦτο πῦον μὲν οὐκ ἐγεννᾶτο, διεσήπετο δ' ὑπὸ τῶν μοχθηρῶν ὑγρῶν τὰ στερεά. ποικίλον δ' εἶναι τὸ ῥεῦμα διὰ τὴν τῶν σηπομένων διαφορὰν εὔλογον. ὑπὸ γὰρ κοινῆς αἰτίας τῆς σηπεδόνος ἕκαστον τῶν σηπομένων ἴδιον εἶδος ἴσχει τῆς διαφθορᾶς. Οἷσι μὲν οὖν περὶ τὴν κεφαλὴν τούτων τι ξυμπίπτοι γίνεσθαι, μάδησίς τε ὅλης τῆς κεφαλῆς ἐγίνετο καὶ τοῦ γενείου καὶ ὀστέων ψιλώματα καὶ ἐκπτώματα καὶ πολλὰ ῥεύματα. ἐν πυρετοῖσι δὲ ταῦτα καὶ ἄνευ πυρετῶν. ἦν δὲ ταῦτα φοβερώτερα ἢ κακίω. οἷσι γὰρ ἐς ἐμπυήματα ἢ τὸν τοιοῦτον ἀφίκοιτο πεπασμόν, οἱ πλεῖστοι τούτων ἐσῴζοντο. οἷσι δ' ἡ μὲν φλεγμονὴ καὶ τὸ ἐρυσίπελας ἀπέλθοι, τοιαύτην δ' ἀπόστασιν μηδεμίαν ποιήσαιτο, τούτων ἀπώλλυντο πολλοί. <ὁμοίως> δὲ καὶ εἴ πῃ ἄλλῃ τοῦ σώματος πλανηθείη, ξυνέπιπτε ταῦτα.