Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.672
Not analysed yet
πολλοῖσι μὲν γὰρ |βραχίων καὶ πῆχυς ὅλος περιερρύη. οἷσι δὲ τὰ πλευρά, ταῦτ' ἐκακοῦτο <ἢ> τῶν ἔμπροσθέν τι ἢ τῶν ὄπισθεν. οἷσι δ' ὅλος μηρὸς ἢ τὰ περὶ κνήμην ἀπεψιλοῦτο καὶ ποὺς ὅλος. Ἡ σηπεδὼν τῶν ὑγρῶν ἔργον ἔχουσα κοινὸν <τὸ> ἐκεῖνα τῶν σωμάτων <μέρη> φθείρειν, εἰς ἅπερ ἂν κατασκήψῃ, φοβερωτέραν εἶχε φαντασίαν ἐν τοῖς περὶ τὴν κεφαλὴν μορίοις διὰ τό, κἂν <εἰ> βραχὺ τοῦ κατὰ φύσιν ἐνταῦθα παραλλαχθείη, πλέον γίγνεσθαι τὸ αἶσχος ἢ κατὰ τὰ ἄλλα μόρια μεγάλην ἐκτροπὴν εἰς τὸ παρὰ φύσιν ἔχοντα. μηροῦ μὲν γὰρ ἢ βραχίονος ἢ κνήμης ἢ πήχεως ἀπορρυὲν δέρμα μικροτέραν ἔχει φαντασίαν, εἰ δὲ τῆς κεφαλῆς συναποπέσοιεν αἱ τρίχες τῷ δέρματι καὶ πολὺ μᾶλλον εἰ <καὶ αἱ> τοῦ γενείου σὺν αὐταῖς, ἡ μὲν φαντασία τοῦ πάθους γίνεται μεγάλη, ὁ κίνδυνος δ' ἥττων ἢ εἰ περὶ αἰδοῖα συμβαίη τὸ τοιοῦτον πάθος ἢ λάρυγγα καὶ θώρακα καί τι τῶν κυρίων μορίων. οὐ μόνον δὲ τὰ περὶ τὴν κεφαλὴν οὕτως γενόμενα φοβερὰ μᾶλλον ἦν |