Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.679
Not analysed yet
τῆς λέξεως ἐνεργητικόν, οὐ παθητικὸν ὄντα. βέλτιον γὰρ ἦν, εἴπερ ὅλως ἐπὶ τῆς φωνῆς ἐβούλετο χρήσασθαι τοιαύτῃ προσηγορίᾳ, κατειλλόμεναι γράφειν, οὐ κατείλλουσαι, καὶ πολύ γε βέλτιον τοῦδε τὸ "κατιλλαινόμεναι"· παρὰ γὰρ τοῦ ἰλλαίνειν ἡ μετοχὴ κατὰ τοῦτον ῥητέα τὸν τύπον· ὀνομάζω δὲ νῦν δηλονότι μετοχὴν κατὰ τὸ τῶν γραμματικῶν ἔθος. ἀδιανόητον δ' ἐστὶν ἐπὶ τῶν φωνῶν λεγόμενον τὸ κατείλλουσαι, καθάπερ ἔνιοι τῶν ἐξηγητῶν ἀκούειν ἡμᾶς ἠθέλησαν, ὡς ἐγκειμένου τοῦ "ἰλλαίνειν" ῥήματος ἢ τοῦ διεστράφθαι· τὸ γὰρ ἰλλαίνειν ταὐτὸ τῷ διαστρέφεσθαι σημαίνει, καθάπερ εἴρηται τὸ κατείλλουσαι <σημαίνειν> τὸ <κατα>διαστρέφουσαι, τὸ δὲ κατειλλόμεναι τὸ καταδιαστρεφόμεναι. πολλὰ τοίνυν ἁμαρτήματα φαίνεται κατὰ μίαν λέξιν γεγονότα, βουλομένων ἡμῶν ἀκούειν τοῦ κατείλλουσαι, καθότι πολλοῖς τῶν ἐξηγητῶν ἔδοξεν, ὡς ἀπὸ τοῦ ἰλλαίνειν γεγονότος τοῦ ὀνόματος. τὸ μὲν γὰρ ἐνεργητικόν <ἐστι, τὸ> ἰλλαίνουσαι, τὸ δὲ παθητικόν, <τὸ> ἰλλαινόμεναι, καὶ μετὰ τῆς προθέσεως τὸ κατιλλαίνουσαι καὶ κατιλλαινόμεναι, τὸ δ' εἴλλουσαι καὶ κατείλλουσαι παρὰ τοῦ ἰλλαίνειν οὐ φαίνεται γεγονός, ὥσπερ γε οὐδὲ τὸ εἰλλόμεναι καὶ κατειλλόμεναι. σπανίως |