Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.678
Not analysed yet
Τὰ παθόντα μόρια διεξέρχεται κατὰ τόνδε τὸν λόγον, ὧν ἔμπροσθεν οὐκ ἐμνημόνευσεν. Φωναί τε πολλοῖς ἐπεσήμαινον κακούμεναι καὶ κατείλλουσαι, πρῶτον μὲν τοῖσι φθινώδεσιν ἀρχομένοισιν, ἀτὰρ καὶ τοῖσι καυσώδεσι καὶ τοῖσι φρενιτικοῖσιν. Ἐγὼ μὲν καὶ τὸ γεγραμμένον ἔμπροσθεν ἐπὶ τοῦ ἑνδεκάτου κατὰ τὴν τάξιν ἀρρώστου, καθ' ὃν οὕτως ἔφη· "δεξιῷ ἴλλαινεν", ὑπώπτευον ὡς παρεγγεγραμμένον. ὁ γάρ τοι τοῦ Ἡρακλείδου υἱὸς Ἱπποκράτης, οὗ καὶ τοὺς Ἀφορισμοὺς καὶ τὸ Προγνωστικὸν εἶναί φασι, φαίνεται συνηθεστάτοις τε καὶ διὰ τοῦτο σαφεστάτοις ὀνόμασι κεχρημένος, ἃ καλεῖν ἔθος ἐστὶ τοῖς ῥητορικοῖς "πολιτικά". τὸ δ' "ἰλλαίνειν" οὐ τοιοῦτον καὶ πολύ γε μᾶλλον αὐτοῦ τὸ κατείλλειν ἢ κατείλλουσαι, καὶ μάλιστά γε ἐπὶ τῶν φωνῶν, οὐκ ἐπὶ τῶν βλεφάρων λεγόμενον, καὶ πρὸς τούτοις ἔτι διὰ τὸν χαρακτῆρα |