Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.681
Not analysed yet
κεῖ καὶ ἥδε ἡ λέξις ὑπ' αὐτοῦ γεγράφθαι· "γῆν δὲ τροφὸν μὲν ἡμετέραν, εἰλλομένην δὲ περὶ τὸν διὰ παντὸς πόλον τεταμένον." οὕτω δὲ καὶ παρ' Ἀντιφῶντι κατὰ τὸ δεύτερον τῆς Ἀληθείας ἔστιν εὑρεῖν γεγραμμένην τὴν προσηγορίαν ἐν τῇδε τῇ ῥήσει· "ὅταν οὖν γένωνται ἐν τῷ ἀέρι ὄμβροι τε καὶ πνεύματα ὑπεναντία ἀλλήλοις, τότε συστρέφεται τὸ ὕδωρ καὶ πυκνοῦται κατὰ πολλά· ὅτι δ' ἂν τῶν ξυμπιπτόντων †κρατήσῃ, τοῦτ' ἐπυκνώθη καὶ συνεστράφη ὑπό τε τοῦ πνεύματος εἰλλόμενον καὶ ὑπὸ τῆς βίας." καὶ γὰρ καὶ οὗτος τὸ κατακλειόμενον ἢ συνειλούμενον εἰς ἑαυτὸ φαίνεται δηλῶν διὰ τῆς εἰλλόμενον φωνῆς. ἆρ' οὖν καὶ κατὰ τὸ προκείμενον ἡμῖν εἰς τὴν ἐξήγησιν βιβλίον ὁ περὶ τῶν φωνῶν γράψας κατείλλουσαι τοιοῦτόν τι σημαινόμενον ἐνδείκνυται, τὰς οἷον κατακλειομένας ἢ ἐνειλουμένας ἐμφαίνων, ὡς νοεῖν ἡμᾶς ἐπὶ τῶν ἐξιέναι μὴ δυναμένων φωνῶν λελέχθαι τὴν λέξιν, ὡς ἐπὶ τῶν ἰσχνοφώνων φαίνεται γιγνόμενον, εἰ καὶ τοῦτο πάνυ μοχθηρόν; ἐνῆν γὰρ ἰσχομένας ἢ ἐπεχομένας ἢ βραδυνούσας ἤ τι τοιοῦτον γεγραφέναι, δηλῶσαί γε βουλό|