Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.682
Not analysed yet
μενον οὕτως ἐμπεποδίσθαι τὴν φωνὴν τὸν ἄνθρωπον, ὡς μόλις φθέγγεσθαι. καὶ μὴν καὶ παρὰ τοῦ δεσμοῦ τὴν οἷον δεδεμένην ἔστι νοεῖν εἰρῆσθαι φωνὴν ἐν τῇ προκειμένῃ ῥήσει, τοῦ ποιητοῦ γε δοκοῦντος εἰρηκέναι σαφῶς ἐπὶ τῶν δεσμῶν ἰλλάσιν οὐκ ἐθέλοντα βίῃ δήσαντες ἄγουσιν. εὔδηλον δ' ὅτι κἀνταῦθα κατειλλόμεναι βέλτιον ἦν, οὐ κατείλλουσαι γεγράφθαι. τοῦτο μὲν δὴ κοινὸν ἁπάσης ἐξηγήσεως ἁμάρτημα. πάντως γάρ, ὅ<περ> ἂν ὑπόθηταί τις ἐκ τῆς κατείλλουσαι λέξεως δηλοῦσθαι, τὴν ἐνεργητικὴν διάθεσιν, οὐ τὴν παθητικὴν ἐνδείκνυται, καὶ κατὰ τοῦτο μάλιστ' ἄν τις ὑποπτεύσειε τὴν φωνὴν ὡς οὐκ οὖσαν Ἱπποκράτους. οὐ γὰρ οὕτως ἦν ἀμαθὴς ἑρμημείας Ἑλληνικῆς, ὡς ἁμαρτάνειν ἐν αὐτῇ παισὶν ἄρτι μανθάνειν ἀρχομένοις ἁμαρτήματα παραπλήσια. φαίνεται μὲν γὰρ πάθος τι φωνῆς δηλοῦσθαι, σημαίνεται <δ'> οὐ πάθος, ἀλλ' ἐνέργεια· πάθος δ' ἂν ἐσημαίνετο, τοῦ "κατειλλόμεναι" γεγραμμένου, πρὸς τῷ, κἂν εἰ <τὸ> "κατειλλόμεναι" μεταγράψαιμεν, οὐ κατὰ τὴν Ἱπποκράτους εἶναι συνήθειαν |