Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.716
Not analysed yet
οὐκ ὠνόμασε διὰ τῆς οἰκείας προσηγορίας, ὥσπερ τὸ |τῶν συνεχῶν, τὰ δ' εἴδη πάντα διελθὼν αὐτὸς μετὰ ταῦτα <τῇ> κοινῇ προσηγορίᾳ τοὺς συνεχεῖς ἐδήλωσεν, ὧν προειρήκει καύσους τε καὶ φρενίτιδας· ἐφεξῆς δὲ τήν τε τῶν μακρῶν καὶ τὴν τῶν πεπλανημένων ἔγραψε προσηγορίαν, ἔνθα μοι καὶ τοῦ κατ' ἀρχὰς εἰρημένου τῆς προκειμένης ῥήσεως μέμνησο τοῦ πυρετῶν εἴδη καλεῖν αὐτὸν ἅπαντα τὰ κατειλεγμένα. Ἅπαντες δ' οὗτοι μετὰ πολλῆς ἐγίνοντο ταραχῆς. Τοὺς προειρημένους ἅπαντας πυρετοὺς μετὰ πολλῆς φησι γενέσθαι ταραχῆς, εἶθ' ἑξῆς αὐτὸς ἐξηγεῖται, τίς ἦν ἡ ταραχή, τὰ συμπτώματα γράφων αὐτῶν. καὶ τἄλλα δὲ τὰ ἐφεξῆς εἰρημένα πρόδηλα τοῖς μεμνημένοις τῶν ἔμπροσθεν. Μέγιστον δὲ καὶ χαλεπώτατον καὶ πλείστους ἔκτεινε τὸ φθινῶδες. ἐκ πολλοῦ γάρ τινες ἀρξάμενοι κατὰ χειμῶνα πολλοὶ μὲν κατεκλίνησαν, οἱ δ' αὐτῶν ὀρθοστάδην ὑπεφέροντο· πρωὶ δὲ τοῦ ἦρος ἔθνῃσκον οἱ πλεῖστοι τῶν κατακλινέντων· τῶν δ' ἄλλων ἐξέλιπον μὲν αἱ βῆχες οὐδενί, ὑφίεσαν δὲ κατὰ θέρος. ὑπὸ δὲ τὸ φθινόπωρον κατεκλίνησαν πάντες καὶ πάλιν ἔθνῃσκον. μακρὰ δὲ τού|