Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.715
Not analysed yet
μόνευσε δὲ τῶν μὲν διαλειπόντων ἁπάντων τριῶν ὄντων, ἀμφημερινῶν, τριταίων καὶ τεταρταίων, τριταίων μὲν καὶ τεταρταίων ὀνομαστὶ πρῶτον, ἀμφημερινῶν δ' ἐν τῷ φάναι νυκτερινῶν. διττῆς γὰρ οὔσης αὐτῶν διαφορᾶς, καθόσον οἱ μὲν ἐν ἡμέρᾳ παροξύνουσιν, οἱ δ' ἐν νυκτὶ (καὶ διὰ τοῦτο καὶ τὰς προσηγορίας ἐντεῦθεν ἐπεκτήσαντο διαφόρους), ὁ Ἱπποκράτης τῶν τότε πλεονασάντων ἐμνημόνευσε νυκτερινῶν ὄντων. ἀναμνησθῶμεν οὖν, ὅτι καίτοι καὶ κατὰ τὸ πρῶτον τῶν Ἐπιδημιῶν καὶ κατὰ τὸ δεύτερον ἀρρώστων τε πολλῶν μνημονεύσας ἰδίᾳ καὶ καταστάσεις ὅλας διηγησάμενος οὐδαμόθι πεμπταῖον ἢ ἑβδομαῖον ἢ ἄλλον τινὰ πολυήμερον ἔγραψε πυρετόν, ὥσπερ οὐδ' ἐν <τῷδε> τῷ τρίτῳ τῶν Ἐπιδημιῶν οὔτ' ἐν τοῖς ἔμπροσθεν οὔτ' ἐν τοῖς ἐφεξῆς ἄχρι τέλους. ἐκ τούτων <οὖν> ἐπέρχεταί μοι περὶ τῶν ἐν τῷ πρώτῳ τῶν Ἐπιδημιῶν εἰρημένων ὑποπτεύειν ὡς παρεγγεγραμμένων, ἐν οἷς βούλεται καὶ ἄλλους τινὰς εἶναι πολυημερωτέρους τοῦ τεταρταίου πυρετοῦ. ἐν δὲ τῇ προκειμένῃ ῥήσει τὸ μὲν τῶν διαλειπόντων γένος