Ancient Greek · ~2 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.721
Not analysed yet
Εἴρηται πολλάκις, ὡς νεκρουμένης τῆς βασταζούσης καὶ κινούσης τὰ σώματα δυνάμεως βαρέα φαίνεται τὰ πρόσθεν ὑπ' αὐτῆς ὡς κοῦφα βασταζόμενά τε καὶ κινούμενα. Τοῖσι πλείστοισιν αὐτῶν οἰδήματα, καὶ ἐς ὕδρωπα περιίσταντο. Θαυμαστὸν οὐδέν, εἰ διὰ τὴν τῶν ἀπέπτων ὑγρῶν περιουσίαν εἰς τοῦτο τὸ πάθος ὑπηνέχθησάν τινες. Φρικώδεες, παράληροι περὶ θάνατον. Τῆς ἐκ τοῦ διασήπεσθαι κακοχυμίας αὐξανομένης ἥ τε φρίκη καὶ ὁ λῆρος αὐτοῖς ἐγένετο προελθόντος τοῦ χρόνου, καθ' ὃν ἤδη καὶ ἀπέθνῃσκον. |