Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.722
Not analysed yet
Εἶδος δὲ τῶν φθινωδέων ἦν τὸ λεῖον, τὸ ὑπόλευκον, τὸ φακῶδες, τὸ ὑπέρυθρον, τὸ χαροπόν, λευκοφλεγματίαι, πτερυγώδεες· καὶ γυναῖκες οὕτω. τὸ μελαγχολικὸν καὶ ὕφαιμον· οἱ καῦσοι καὶ τὰ φρενιτικὰ καὶ τὰ δυσεντεριώδεα τούτων ἥπτετο. τεινεσμοὶ νέοισι φλεγματώδεσιν, <αἱ> μακραὶ διάρροιαι καὶ τὰ δριμέα διαχωρήματα καὶ λιπαρὰ πικροχόλοισιν. Τὰς ἰδέας τοῦ σώματος τῶν ἁλόντων τοῖς φθινώδεσι νοσήμασι διηγεῖται. τὸ μὲν οὖν λεῖον, ὅπερ ἐστὶν ἄτριχον, ἐνδείκνυται ψυχροτέραν εἶναι τοῦ συμμέτρου τὴν κρᾶσιν, οὐκ ἐπὶ παιδίων δηλονότι τοῦ λόγου γιγνομένου (ταῦτα γὰρ ἀεὶ θερμὰ διὰ τὴν ἡλικίαν), ἀλλ' ἐπὶ τῶν τελείων, ὡς ἐν τοῖς Περὶ κράσεων ἐδείκνυμεν. οὕτως δὲ καὶ ἡ λευκὴ χροιά, καὶ θαυμάζω, διὰ τί προσέθηκε τὴν ὑπὸ πρόθεσιν, ὑπόλευκον εἰπών. ἐπὶ μὲν γὰρ τοῦ ἐρυθροῦ καλῶς εἴρηται τὸ ὑπέρυθρον. ἔμαθες γάρ, ὅτι τὸ ἐρυθρὸν χρῶμα θερμὴν κρᾶ|