Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.730
Not analysed yet
χιστοι ἀπώλλυντο, τοῦ δὲ φθινοπώρου καὶ ὑπὸ πληιάδα πάλιν ἔθνῃσκον οἱ πολλοί. Τῆς ἠθροισμένης κακοχυμίας εἰς τὸ βάθος τοῦ σώματος ἀπωσθείσης ὑπὸ τῆς τοῦ περιέχοντος ψυχρότητος, ἣν ἔν τε τοῖς ὑστάτοις τοῦ χειμῶνος καὶ τοῖς πρώτοις τοῦ ἦρος ἔσχεν, εἰκότως μάλιστα μὲν τοὺς φθινώδεις, ὡς ἔμπροσθεν εἶπεν, ἤδη δὲ καὶ τοὺς ἄλλους συνέβη κατὰ τὸ ἔαρ ἀπόλλυσθαι, τοῦ δὲ θέρους αἰθρίου γενομένου καὶ ξηροῦ πάντας κουφισθῆναι. πάλιν δὲ περὶ ἀρκτοῦρον εἰς ὑγρότητα μεταβαλόντος τοῦ περιέχοντος εὐλόγως ἐν ὅλῳ τῷ φθινοπώρῳ μέχρι δύσεως πλειάδος ἀπέθνῃσκον πολλοί. Τετάρτη. Ἐπὶ τῇ τελευτῇ τῆς προκειμένης καταστάσεως ἔνια μὲν τῶν ἀντιγράφων ἔχει προσγεγραμμένον τὸ τετάρτη, τινὰ δὲ τὸ τεταρταῖοι, τὰ δὲ τούτων ἔτι παλαιότερα τὸ δέλτα γράμμα μεῖζον <ὂν> τῶν ἄλλων γραμμάτων, <ἔνια δὲ μετὰ τοῦδε τοῦ γράμματος τὸ ἰῶτα,> ἔνια δ' οὐδ' ὅλως οὐδὲν ἔχει προσγεγραμμένον. ὅσοι μὲν οὖν μετὰ τοῦ ἰῶτα γράφουσι τὸ τετάρτῃ συνεμφαίνοντες αὐτὸ κατὰ δοτικὴν πτῶσιν εἰρῆ|