Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.729
Not analysed yet
κράσεως γενομένης ἐπι|τηδείου πρὸς τὸ ἐργάσασθαι τὸ τοῦ τεινεσμοῦ πάθος, ἀλλὰ καὶ τῆς ἡλικίας θερμῆς οὔσης, ἵνα διὰ δριμὺ καὶ σηπεδονῶδες φλέγμα τὸν τεινεσμὸν γεγονέναι νοήσωμεν. τῇ γὰρ κατὰ τὸ ἀπευθυσμένον ἔντερον διεξόδῳ τὸ τοιοῦτον φλέγμα βλάβην ἑλκώδη τοῦ μέρους ἐργαζόμενον ἐπὶ τὴν ἀπόκρισιν ἠρέθιζε συνεχῶς τοὺς κάμνοντας. τάσεις δὲ καὶ προθυμίας ἀποκρίσεως σφοδροτέρας τῶν δυσεντερικῶν οἱ τεινεσμώδεις ἴσχουσι διὰ τὸ δυσέκκριτον τοῦ φλέγματος· ἐμπλάττεται γὰρ τοῖς σώμασιν ὡς παχὺ καὶ γλίσχρον ὄν, οὐχ ὥσπερ ἡ ξανθὴ χολὴ ταχέως διεξέρχεται. περὶ δὲ τῶν πικροχόλων φύσεων ἔμπροσθεν ἔλεγον εὐλόγως αὐταῖς δριμέα μὲν εἶναι τὰ διαχωρούμενα διὰ τὴν ὠχράν τε καὶ ξανθὴν καὶ πικρὰν ὀνομαζομένην χολήν, λιπαρὰ δὲ <διὰ τὴν> σύντηξιν· ἐφ' οἷς διαχωρήμασι μακρὰς τὰς διαρροίας <συνέβη> γενέσθαι διὰ τὸ πλῆθος τῆς ἀθροισθείσης κακοχυμίας. Ἦν δὲ πᾶσι τοῖς ὑπογεγραμμένοις χαλεπώτατον μὲν τὸ ἔαρ καὶ πλείστους ἀπέκτεινε, τὸ δὲ θέρος ῥήιστον, καὶ ἐλά|