Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.732
Not analysed yet
γενέσθαι τὰς νόσους, ὡς τεταρταίους ἀποθνῄσκειν τοὺς νοσοῦντας. τὸ δ' ἐπὶ τῶν πυρετῶν πιθανόν, ὅτι τε πολλῷ χρόνῳ κατωπτημένης τῆς παχείας ὕλης εἰκὸς ἦν εἰς μελαγχολικὸν περίττωμα μετάπτωσιν γενέσθαι καὶ ὅτι τοῦ ἔτους ἡ ὥρα φθινόπωρον ἦν. ἀλλ' οὐκ ἂν ἀπέθανον πολλοὶ τεταρταίων πυρετῶν πλεονασάντων· καὶ γὰρ καὶ ἡμεῖς ἀκίνδυνον ἴσμεν ὅσον ἐφ' ἑαυτῷ τὸν πυρετὸν τοῦτον, καὶ ὁ Ἱπποκράτης οὕτως ἀπεφήνατο περὶ αὐτοῦ. ΠΕΡΙ ΤΩΝ ΕΠΙ ΤΕΛΕΙ ΤΟΥ ΒΙΒΛΙΟΥ ΓΕΓΡΑΜΜΕΝΩΝ Μετὰ τὴν λοιμώδη κατάστασιν ἀρρώστων ἐστὶν ἑκκαίδεκα διήγησις ἄχρι τοῦ τέλους τῆς βίβλου. κἄπειτα προσγέγραπταί τινα, περὶ ὧν ὀρθῶς μοι δοκεῖ γινώσκειν ὁ Διοσκουρίδης, ἀξιῶν αὐτὰ μετὰ τὴν κατάστασιν εὐθέως γεγράφθαι, καὶ κατά γε τὴν ἰδίαν ἔκδοσιν ἐν τούτῳ τῷ χωρίῳ τοῦ συγγράμματος ἔταξεν αὐτά. καὶ ἡμεῖς οὖν ἐνταῦθα τὴν ἐξήγησιν αὐτῶν ποιησόμεθα, τοσοῦτον προειπόντες, ὡς φαίνεταί μοι καὶ ταῦτα προσγεγραφέναι τις ἕτερος, οὐκ αὐτὸς ὁ Ἱπποκράτης γεγραφέναι. Δοκεῖ δέ μοι κατὰ λόγον προσω|