Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.733
Not analysed yet
φελῆσαι τὸ γενόμενον θέρος· τὰς γὰρ θερινὰς νόσους χειμὼν ἐπιστὰς λύει καὶ τὰς χειμερινὰς θέρος ἐπιγενόμενον μεθίστησιν. καίτοι αὐτό γε ἐφ' ἑαυτοῦ τὸ γενόμενον θέρος οὐκ εὐσταθὲς ἐγένετο· καὶ γὰρ ἐξαίφνης θερμὸν καὶ νότιον καὶ ἄπνοον· ἀλλ' ὅμως πρὸς τὴν ἄλλην κατάστασιν ἐναλλάξαν ὠφέλησεν. Ἀναμνησθῶμεν, ἃ περὶ τοῦ θέρους ἐν τῇ τῆς καταστάσεως διηγήσει γέγραπται κατὰ λέξιν ὧδε· "θέρος αἴθριον, θερμόν, πνίγεα μεγάλα, ἐτησίαι μικρὰ διεσπασμένως ἔπνευσαν." εἰκότως οὖν ἐμετρίασεν ἐν τῷ θέρει τὰ νοσήματα κατὰ πλεονεξίαν, ὡς εἴρηται, γεγονότα χυμῶν, συστάντα δ' ἐν ἀρχῇ μάλιστα τοῦ ἦρος, ἐπειδὴ ψυχρὸν γενόμενον ἀπέστρεψεν εἰς τὸ βάθος τοῦ σώματος τοὺς χυμούς. αὐχμηρὸν οὖν καὶ θερμὸν τὸ θέρος ἐπιγενόμενον εἵλκυσέ τε ἅμα πρὸς τὸ δέρμα τὴν κακοχυμίαν καί τι καὶ διεφόρησεν αὐτῆς οὐκ ὀλίγον. εἰ δὲ καὶ τοὺς ἐτησίας ἐσχήκει πνέοντας, ἀκριβῶς ἂν ἡ νοσώδης ἐν τῷ σώματι τῶν τότε ἀρρώστων διάθεσις ἐξεκέκοπτο. παραμένοντος δ' αὐτῆς μέρους τινός, εἶτα περὶ ἀρκτοῦρον ἐν βορείοις ὑδάτων πολλῶν γενομένων ἐπεσχέθησάν τε πάλιν οἱ |