Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.735
Not analysed yet
ὡρῶν, ἀλλ' αἱ κράσεις αἴτιαι τῆς ἰδέας τῶν νοσημάτων εἰσίν. ὅταν οὖν ὑπαλλαχθῶσιν αὗται, καὶ τὰς νόσους αὐταῖς συμμεταβάλλειν ἀναγκαῖόν ἐστιν. ἡ δέ γε προκειμένη ῥῆσις ἀξιοῖ τὰς ἐν χειμῶνι γενομένας νόσους ἐν θέρει παύεσθαι, κἂν μοχθηρὸν τῇ κράσει γένηται τὸ θέρος, οἷον ἐν Κρανῶνί ποτε γενόμενον εὐθέως ἄνθρακας ἐγέννησεν. εἰ δέ γε καὶ νῦν ἐγεγόνει τοιοῦτον, πλείστους ἂν διεφθάρκει, τὸ πλῆθος τῶν μοχθηρῶν τε καὶ διασηπομένων χυμῶν αὐξῆσάν τε καὶ προσδιασῆψαν. ὥστε καὶ ψεῦδος εἶναι φαίνεται καὶ παρὰ τὴν Ἱπποκράτους γνώμην τὸ τὰς ἐν χειμῶνι γενομένας νόσους ἐν θέρει παύεσθαι πάντως, τοῦ προσγράψαντος αὐτό, τίνας Ἱπποκράτης ἡγεῖται τῶν ὡρῶν ἑκάστης οἰκείας νόσους, ἀγνοήσαντος. οὐ μὴν οὐδὲ τὰ τούτων ἐφεξῆς γεγραμμένα τῶν ἀναγκαίων ἐστὶν ἐνταῦθα λελέχθαι, δι' ἄλλων αὐτῷ καθόλου παρηγγελμένα· διὸ καὶ παραλείψω τελέως αὐτά. καὶ γὰρ σαφῆ πάντ' ἐστὶ καὶ δι' ὧν προεξήγημαι βιβλίων αὐτάρκως εἴρηται περὶ αὐτῶν. |