Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.734
Not analysed yet
λίαν διαπνεόμενοι χυμοὶ καὶ πρὸς τὸ βάθος τοῦ σώματος ἀπεώσθησαν, ἐκ τούτου τε νοσεῖν αὖθις ἤρξαντο καὶ ἀποθνῄσκειν πολλοί. διὰ τοῦτ' οὖν τὸ θέρος ὠφέλησέ τι τοὺς τότε πάσχοντας, οὐχ ὅτι τὰς ἐν χειμῶνι νόσους ἀρξαμένας εἰκός ἐστι παύεσθαι θέρους, ὥσπερ γε καὶ τὰς θερινὰς <χειμῶνος>. ἀληθὲς μὲν γὰρ <οὐδ' ὅλως ἐστὶ τὰς μὲν> ἐν χειμῶνι γενομένας ἐν θέρει λύεσθαι, τὰς δ' ἐν θέρει γεννηθείσας ἐν χειμῶνι. θερινὰς γὰρ καὶ χειμερινὰς νόσους ἀκούειν σε χρὴ τὰς ἐν τῷ κατὰ φύσιν ἔχοντι θέρει καὶ χειμῶνι μᾶλλον τῶν ἄλλων γιγνομένας. οὕτως γοῦν εἶπεν αὐτὸς ἐν Ἀφορισμοῖς· "νοσήματα δὲ πάντα μὲν ἐν πάσῃσι τῇσιν ὥρῃσι καὶ γίνεται καὶ παροξύνεται, μᾶλλον δὲ ἔνια κατ' ἐνίας αὐτῶν καὶ γίνεται καὶ παροξύνεται." κἄπειθ' ἑξῆς τίνα μὲν <ἐν> ἦρι πλεονάζει νοσήματα, τίνα δ' ἐν θέρει καὶ φθινοπώρῳ καὶ χειμῶνι διῆλθεν, ὅταν δηλονότι μὴ νεωτεροποιηθῇ τι κατὰ τὴν τοῦ περιέχοντος κρᾶσιν· ὡς ἐάν γε τοῦ ἦρος "τῆς αὐτῆς ἡμέρης ὁτὲ μὲν θάλπος, ὁτὲ δὲ ψῦχος γένηται, φθινοπωρινὰ τὰ νοσήματα προσδέχεσθαι χρή"· οὐ γὰρ αἱ προσηγορίαι τῶν |