Ancient Greek · ~1 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.737
Not analysed yet
Πρῶτος ἄρρωστος. Ἐν Θάσῳ τὸν Πάριον, ὃς κατέκειτο ὑπὲρ Ἀρτεμισίου, πυρετὸς ἔλαβεν ὀξύς, κατ' ἀρχὰς συνεχής, καυσώδης· διψώδης, καὶ τἄλλα <τὰ> ἐφεξῆς ἄχρι τῆς ἀρχῆς τοῦ βʹ ἀρρώστου. Περιέργως κἀνταῦθα πάλιν τῶν ἐξηγητῶν ἔνιοι τὴν πατρίδα τοῦ κατακειμένου φασὶν οὐκ ἀργῶς προσκεῖσθαι. |