Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.739
Not analysed yet
καὶ γὰρ ὑπ' Ἀσκληπιάδου λελέχθαι τοὺς ἐν Πάρῳ μάλισθ' ὑπὸ φλεβοτομίας ὀνίνασθαι. ἄτοπον δ' ἐστὶ μηδὲν εἰρηκότος Ἱπποκράτους ἐνταῦθα περὶ φλεβοτομίας, διὰ τοῦθ' ἡγεῖσθαι προσγεγράφθαι τῷ κάμνοντι τὸ τῆς πατρίδος ὄνομα. πολὺ δ' ἀτοπώτερον οἱ οὕτως ἐξηγούμενοι ποιοῦσιν, ὅτι μηδ' ἐζήτησάν ποτε, διὰ τί φλεβοτομίας ἅπαξ ὁ Ἱπποκράτης ἐμνημόνευσεν ἐν τοσούτοις ἀρρώστοις, ὅπερ ἡμεῖς ἐσκεψάμεθα. τὰ μὲν οὖν τοιαῦτα παραλείψομεν, ὅσα δ' ὠφέλειαν παρέξει τοῖς νέοις ἀκουσθέντα, ταῦτ' ἐροῦμεν. ὥσπερ ἀμέλει τὸ περὶ τοῦ ἐλαιώδους οὔρου γεγραμμένον κατὰ τὸν προκείμενον ἄρρωστον ἐν τῇ ἕκτῃ τῶν ἡμερῶν. ἔνιοι μὲν γὰρ ἡγοῦνται τὸ λιπαρὸν οὕτως ὑπ' αὐτοῦ λελέχθαι, τηκομένης πιμελῆς γιγνόμενον ἐν πυρώδει καὶ διακαεῖ νοσήματι, τινὲς δὲ καὶ τὸ τῇ χροιᾷ καὶ τῇ συστάσει παραπλήσιον ἐλαίῳ. πολλάκις δὲ τοιοῦτον οὖρον ἐθεασάμην οὐρηθὲν ἐπ' οὐδενὶ κακῷ τοῦ κάμνοντος, ἀλλ' ἔσθ' ὅτε γε τοὐναντίον ἅπαν ἐπὶ πέψει τοῦ νοσήματος. οὐ μὴν οὐδ' ὤφθη ποτ' οὖρον ὅλον οὕτω λιπαρὸν ὡς ἔλαιον. ὃ γὰρ ἄρτι |