Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.742
Not analysed yet
ἑκατὸν ἡμέραις ἐνόσησε μετὰ τοῦ διαιτᾶσθαι κακῶς (αὐτὸς γὰρ ὁ Ἱπποκράτης ἔγραψεν ἐπ' αὐτοῦ· σιταρίοισί τε πολλοῖσι καὶ φαύλοισι προσεχρῆτο), ὥστε καὶ λιπαρὸν οὐρήσαντα κατὰ τὴν ἕκτην ἡμέραν καὶ τὰς ἐφεξῆς οὐκ ἀναγκαῖον ἦν ἀποθανεῖν αὐτὸν ἐν τάχει. εἰ δ' οὐ λιπαρὸν ἦν τὸ οὖρον, ἀλλὰ κατά τε χροιὰν καὶ πάχος ἐλαίῳ παραπλήσιον, ἔτι καὶ μᾶλλον οὐδ' ἀποθανεῖν αὐτὸν ὅλως εὔλογον, ὅσον ἐπὶ τοῖσδε τοῖς οὔροις. ὅ γε μὴν ἐπὶ τοῖς οὕτως οὐρουμένοις παρεφύλαξα χρησιμώτατον ὄν, ἤδη φράσω. καθάπερ γὰρ αὐτὸ τὸ ἔλαιον οὐκ ἀκριβῶς μίαν οὔτε σύστασιν οὔτε χρόαν ἔχει, κατὰ τὸν αὐτὸν τρόπον οὐδὲ τὸ ἐλαιῶδες οὖρον ὠχρὸν μὲν ἦν πάντως, ἀλλ' ἤτοι μᾶλλον ἢ ἧττον. ὅσον μὲν οὖν αὐτοῦ πρὸς τὸ λευκότερον ῥέπει χρῶμα τῆς ὠχρᾶς χροιᾶς ἐκλελυμένης, ὠμότητα χυμῶν ἐνδείκνυται, τὸ δ' ἐπιτεταμένον ὠχρὸν ὡς ἐγγὺς εἶναι τοῦ ξανθοῦ χολώδη θερμασίαν. καὶ τοίνυν ὁ κίνδυνος ἐπὶ τοῖς τοιούτοις οὔροις οὐ διὰ κακοήθειαν, ἀλλὰ διὰ σφοδρότητα γίνεται τοῦ πυρετοῦ. καί τινες αὐτῶν, ὅταν ἐκ τῶν ἄλλων ἁπάν|