Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.741
Not analysed yet
καὶ γὰρ τὰ οὖρα λιπαρὰ πάντως ἂν ὁ Ἱπποκράτης |εἶπεν, εἴπερ ἦν καὶ ταῦτ' ἐλαίῳ παραπλήσια. διαφόροις δὲ τοῖς ὀνόμασι χρησάμενος ἐπί τε τῶν οὔρων καὶ τῶν διαχωρημάτων ἐνδείκνυσθαι δόξει καὶ τὸ σημαινόμενον αὐτῶν ἴδιον ἑκατέρου πεποιῆσθαι. ἐμοὶ μὲν οὖν εὐλογώτερον εἶναι δοκεῖ τὰ παραπλήσια κατὰ χρόαν τε καὶ σύστασιν ἐλαίῳ λελέχθαι νῦν ἐλαιώδη, τὴν δ' ἐξήγησιν ἑκατέρως ποιήσομαι. εἰ γὰρ καὶ λιπαρότητά τινα εἶχε τὰ οὖρα, καθάπερ καὶ τὰ διαχωρήματα, μοχθηρὰ μὲν αὐτὰ νομιστέον, οὐ μὴν ὀλέθριά γε πάντως, ὅτι μὴ ταὐτόν ἐστι σάρκα τε καὶ πιμελὴν συντήκεσθαι, πυρωδεστάτης μὲν οὔσης θερμασίας τῆς τὰς σάρκας συντηκούσης, μετριωτέρας δὲ τῆς τὴν πιμελήν. ἀμέλει καὶ τὰς διὰ τῆς γαστρὸς ἐκκρινομένας συντήξεις ἅπαντες οἱ ἰατροὶ διαφέρειν ἡγοῦνται τῶν λιπαρῶν διαχωρημάτων. καὶ κατά γε τὸν ἐφ' ἡμῶν γενόμενον μακρότατον λοιμὸν ἅπαντες σχεδόν τι συντήξεις ἐξέκριναν, ἔνιοι μὲν ἀκριβῶς πυρράς, ἔνιοι δὲ μετρίως, ἅπαντες δὲ δυσώδεις. ἀλλ' αἵ γε τοιαῦται διαχωρήσεις θανατώδεις εἰσὶ καὶ χρόνον οὐκ ἀναμένουσιν. ὁ δὲ Πάριος οὗτος <ἐν> εἴκοσιν ἐπὶ ταῖς |