Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.745
Not analysed yet
λέγουσιν· ἀλλ' οὐκ ἔστι χολή, ἐπεὶ οὐδ' ἂν πάνυ ἦν |ὀλέθριον· πολλάκις γὰρ ἀπαλλάσσεται χολὴ καὶ οὐδὲν παραλυπεῖ. ἕτεροι δὲ λέγουσι νεύρων καὶ ὀστῶν καὶ χόνδρων εἶναι τηκεδόνα, ἅπαντα γὰρ ταῦτα τούτου εἶναι τοῦ χρώματος. πεπλανημένοι δ' εἰσὶν οὗτοι οἱ τὸ χρῶμα τὸ ἐλαιῶδες ὅμοιον ὀστοῖς καὶ χόνδροις καὶ νεύροις φάσκοντες εἶναι. οὔτε γὰρ τοσαύτη γε παράτασις ἐγένετο τῆς ζωῆς τῶν στερεῶν ἀναλυομένων (ἑκατοστῇ γὰρ καὶ εἰκοστῇ ἀπέθανεν), οὔτε ἀπέθανέ τις τοιοῦτον οὐρήσας. καὶ μή ποτε διὰ τοῦτο ἀνεγράφη ὁ ἄρρωστος, ἵνα δείξῃ διὰ τούτου, ὅτι οὐ χρὴ προσδοκᾶν θάνατον ἐλαιώδους ἀπουρηθέντος, ἀλλὰ καὶ χρόνον τινὰ δυνατὸν διαρκέσαι, ἔπειτα τελευτῆσαι. πῶς δ' οὐκ ἦν ἐλπὶς αὐ<τὸν> σωθήσεσθαι ὑπερβεβηκότα τὴν ὀξύτητα;" ταῦτα προειπὼν ὁ Σαβῖνος ἐφεξῆς γράφει· "τί οὖν ἐστι τὸ ἐλαιῶδες; ὥσπερ τῷ ἔξω πυρὶ τροφή ἐστι τὸ ἔλαιον, οὕτω καὶ τῇ ἡμετέρᾳ φύσει πυρὶ ὁμοιουμένῃ τὸ στέαρ τῶν λαμβανομένων πεσσόμενόν ἐστι τροφή. τὸ οὖν ἐλαιῶδες οὖρον ἡ τροφή ἐστι τῆς φύσεως καὶ δηλοῖ ἀσιτεῖν τὴν φύσιν καὶ διὰ τοῦτ' ἄρ' ἀποθανεῖν, ὅτι μὴ τρέφεται ἡ φύσις. ἐχρό|