Ancient Greek · ~5 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.746
Not analysed yet
νισε δ' οὗτος εἰκότως διὰ τὸ μοῖραν καὶ μὴ πᾶσαν ἀφαιρεῖσθαι τῆς φύσεως <τὴν> τροφήν." αὕτη μέν ἐστιν ἡ τοῦ Σαβίνου ῥῆσις ἀξιοῦντος, ὥσπερ τὸ ἐκτὸς τοῦτο πῦρ ὑπὸ τοῦ ἐλαίου τρέφεται, οὕτω καὶ τὸ ἐν ἡμῖν θερμόν, ὥστ' ἔλαιόν ἐστι ποτέον τοῖς βουλομένοις ἑαυτοὺς ἀναθρέψαι, πρὸς τὸ κατὰ χρόαν μὲν καὶ σύστασιν ἐοικέναι τὸ ἐλαιῶδες οὖρον τῷ ἐλαίῳ, μήτε δὲ κατὰ τὴν λιπαρότητα μήτε κατὰ τὴν ὀσμὴν ἢ τὴν γεῦσιν. ἄξιον οὖν θαυμάσαι τῶν τὰ μὲν ἀλλότρια κακῶς ἐξελεγχόντων, ἀπερισκέπτως δὲ τὰ δόξαντα ἑαυτοῖς γραφόντων. Δεύτερος ἄρρωστος. Ἐν Θάσῳ τὴν κατακειμένην παρὰ τὸ ψυχρὸν ὕδωρ ἐκ τόκου θυγατέρα τεκοῦσαν καθάρσιος οὐ γενομένης πυρετὸς ὀξύς, φρικώδης τριταίην ἔλαβεν, καὶ τἄλλ<α τὰ> ἐφεξῆς ἄχρι τῆς ἀρχῆς τοῦ τρίτου ἀρρώστου. Ἄξιον ἐπισημήνασθαι, πῶς οὐδὲν εἶπον οἱ περὶ τὸν Σαβῖνον περὶ τοῦ παρὰ τὸ ψυχρὸν ὕδωρ, ἐνὸν αὐτοῖς εἰπεῖν, ὅτι διὰ τοῦτο καταψυγέντι τῷ γυναίῳ νοσῆσαι συνέβη. πολλῷ γὰρ ἦν τοῦτο πιθανώτερον τῶν εἰρημένων εἴς τε τὸν Πάριον <τὸν> παρὰ τῷ Ἀρτεμισίῳ καὶ τὸν ἐν τῷ κήπῳ κατακείμενον καὶ τὸν παρὰ τῷ <καινῷ> τείχει κατοικοῦντα. φαίνεται δ' οὖν ἐπισχεθείσης τῆς μετὰ τὸν τόκον καθάρσεως ἡ νόσος γενέσθαι τῇ γυναικί. νοσώδης μὲν γὰρ καὶ ἡ τῶν καταμηνίων ἐπίσχεσις, ἀλλ' οὐχ ὁμοίως βλαβερὰ τῇ μετὰ τὸν τόκον, ὅτι μὴ μόνον αὕτη πλῆθος, |