Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.750
Not analysed yet
πολλά, λεπτά, μέλανα. γέγραπται γοῦν ἐν τῇ τῆς εἰκοστῆς ἡμέρας διηγήσει· οὖρα ὑδατώδεα, πολλά, κακά· εἶτα πάλιν ἐν τῇ τεσσαρακοστῇ οὖρα ἐπὶ τῶν αὐτῶν. οὐ μὴν οὐδὲ ἄλλη τις αὐτῇ κένωσις ἢ ἀπόστασις ἐγένετο, καὶ διὰ τοῦτο χρόνῳ πολλῷ νοσήσασα κατὰ τὴν ὀγδοηκοστὴν ἡμέραν ἀπέθανεν. αὐτὸς γοῦν ὁ Ἱπποκράτης ἔγραψεν οὕτως· οὔτε γὰρ πτυέλων τις πεπασμὸς ἐγένετο οὔτ' ἄλλη τις τῶν εἰθισμένων ἀπόστασις, καίτοι πειραθείσης τῆς φύσεως εὐθέως τὸ περιττὸν ἀποθέσθαι πρὸς τὸ ἰσχίον. ἀλλ' ἔοικε παλινδρομῆσαι καὶ ταῦτα. φησὶ γοῦν· τεσσαρακοστῇ τὰ μὲν περὶ τὸ ἰσχίον ἐκούφισε, βῆχες δὲ συνεχέες, ὑγραί, <πολλαί>. πολλάκις δὲ ἀκηκόαμεν ἤδη περὶ τῆς κοινωνίας τοῦ θώρακος πρὸς τὰ γεννητικὰ μόρια. τὰ μὲν οὖν κεφάλαια τῶν συμβάντων αὐτῇ ταῦτ' ἐστίν. τῶν δὲ κατὰ μέρος ἐν τῇ προκειμένῃ ῥήσει γεγραμμένων τὰ μὲν ὑδατόχολα διαχωρήματα τινὲς μὲν διὰ τοῦ χ καὶ λ <καὶ ο> γράφουσιν, ἔνιοι δὲ διὰ τοῦ χ καὶ ο καὶ λ, λεπτὰ μὲν ὑπάρχειν αὐτά, καθάπερ καὶ τὸ ὕδωρ ἐστὶ λεπτόν, ἐνδει|