Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.749
Not analysed yet
ἀλλὰ καὶ κακοχυμίαν ἱκανὴν ἐργάζεται. τὸ μὲν γὰρ χρηστότερον αἷμα τὸ ἔμβρυον ἕλκον εἰς ἑαυτὸ τροφῆς ἕνεκα, κατάλοιπον δὲ τὸ φαυλότερον αἴτιον γίγνεται τῆς κακοχυμίας ταῖς κυούσαις, ἣν μετὰ τόκον ἡ φύσις ἐκκενοῖ. καὶ τοῦτ' ἐννοήσαντες οἱ παλαιοὶ "λοχίαν κένωσιν" τὴν γινομένην μετὰ τὸν τόκον ἔκκρισιν τοῦ αἵματος προσηγόρευσαν. ἔστι μὲν οὖν καὶ ἡ κατὰ μῆνα κένωσις οὐ μόνον κένωσις, ἀλλὰ καὶ κάθαρσις, οὐ μὴν οὔτ' ἴσον τὸ πλῆθος τῆς κακοχυμίας οὔτ' ἐν ἴσῳ χρόνῳ ταῖς μηνιαίαις ἀθροίζεται περιόδοις, ὅσον ἐν τῷ τῆς κυήσεως χρόνῳ. καὶ τοὐπίπαν γε μελαγχολικὸν αἷμα φαίνεται τὸ κενούμενον αὐταῖς εἶναι μετὰ τὸν τόκον, ὥστε καὶ τὰ οὖρα πάσαις ὁρᾶται κεχρωσμένα, καθάπερ ἀσβόλης τινὸς ἐμπεπτωκυίας αὐτοῖς <ἢ γραφικοῦ μέλανος>, ὅπερ ἀμέλει κἀπὶ ταύτης τῆς γυναικὸς ἔγραψεν ὁ Ἱπποκράτης, ἐπὶ τῆς ἑνδεκάτης ἡμέρας εἰπών· οὖρα πολλὰ λεπτά, μέλανα. καὶ οἶδά γέ τινα διὰ τοιούτων οὔρων πολλῶν ἐκκενωθέντων ὠφεληθεῖσαν, ἀλλ' <ἀξιό>λογον ὑπὸ ταύτης οὐδὲν ἐξεκενώθη τὸ τοιοῦτον, μετέπεσε γὰρ αὐτῆς εἰς τὸ ὑδατῶδες τὰ οὖρα |