Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.755
Not analysed yet
ἀραιὸν πνεῦμα ψυχομένης ἤδη καὶ νεκρουμένης τῆς ζωτικῆς δυνάμεως γιγνόμενον, ὃ διά τινος τῶν ἀχωρίστων συμπτωμάτων ἐδήλωσεν εἰπών· "ψυχρὸν δ' ἐκπνεόμενον ἐκ τῶν ῥινῶν καὶ τοῦ στόματος ὀλέθριον κάρτα ἤδη γίνεται." τοῦτο γοῦν ἡγητέον αὐτὸν καὶ νῦν εἰρηκέναι κατὰ μὲν τὴν δευτέραν ἡμέραν βραχὺ <πνεῦμα γράψαντα>, κατὰ δὲ τὴν ὀγδόην λεπτὸν καὶ μινυθῶδες. ἔστι μὲν γάρ τι καὶ ἄλλο πνεῦμα βραχύ τε ἅμα καὶ πυκνόν, ὀδύνην σημαῖνον, ὡς ἐδείκνυμεν, ἤτοι γε ἐν τοῖς ἀναπνευστικοῖς μορίοις ἢ τοῖς παρακειμένοις αὐτοῖς. ἀλλ' ἐὰν ἀμφότερα παραβάλῃς ἀλλήλοις, βραχύτερον πολὺ τὸν ἔξωθεν εἰσελκόμενον ἀέρα κατὰ τὸ ἕτερον εὑρήσεις, ὃ σμικρὸν ἅμα καὶ ἀραιὸν ἔφην γίγνεσθαι. τὸ γὰρ πρὸς τῷ βραχεῖ πυκνὸν ἀναπληροῖ τῇ συνεχείᾳ τὸ καθ' ἑκάστην εἰσπνοὴν ἐνδεές, ὡς οἱ συνεχῶς πίνοντες βραχύ. καὶ γὰρ τούτων βραχυπότας γ' ἐρεῖς, ὅσοι καὶ βραχὺ καὶ διὰ πολλοῦ πίνουσιν. εἰ δέ τις βραχὺ μέν, ἀλλὰ συνεχῶς γε πίνοι, τοῦτον ἁπλῶς οὐκ ἂν εἴποις βραχυπότην, ἀλλὰ κατὰ βραχὺ πίνοντα. κατὰ τὸν αὐτὸν οὖν τρόπον ὁ κυρίως ὀνομαζόμενος βραχύ|