Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.756
Not analysed yet
πνους καθ' ἑκάστην εἰσπνοὴν οὐ βραχὺ μόνον, ἀλλὰ καὶ διὰ πολλοῦ χρόνου τὸν ἔξωθεν ἀέρα διὰ τοῦ λάρυγγος ἐπισπᾶται. τάχ' οὖν ζητήσεις, κατὰ τί προειρηκὼς ὁ Ἱπποκράτης ἐν τῇ πρώτῃ τῶν ἡμερῶν πυρετὸν ὀξὺν γεγονέναι τῇ δευτέρᾳ βραχύπνουν ἔφη τὸν ἄνθρωπον εἶναι (δέδεικται γὰρ ἡμῖν ἐν τοῖς σφοδροτάτοις πυρετοῖς πνεῦμα μέγα καὶ πυκνὸν γινόμενον), τότε φήσομεν· ἐν μὲν τῇ πρώτῃ τῶν ἡμερῶν τὸ διὰ τοὺς σηπομένους χυμοὺς ἀναφθὲν πυρετῶδες θερμὸν αὐτὸ μὲν διεφορήθη, κατελείφθη δὲ τὸ ἔμφυτον μόνον ἀσθενὲς ὑπάρχον, ὡς ἤδη σβέννυσθαι, πρὶν αὖθις ἀναφθῆναι τὸ πυρετῶδες θερμόν, οἷον ζεσάντων τῶν σηπομένων χυμῶν, ἡ <δὲ> δευτέρα τῶν ἡμερῶν ἤνεγκε τὸ τῆς ψύξεως ἐπικρατούσης σημεῖον. ἀπόδειξις δὲ τούτου μεγίστη· τηνικαῦτα γὰρ βραχύπνουν αὐτὸν γεγονέναι φησὶ καὶ κατεψῦχθαι. γράφει γοῦν ἐπὶ τῆς δευτέρας ἡμέρας ὧδε· δευτέρῃ περὶ μέσον ἡμέρης ψῦξις ἀκρέων, τὰ περὶ χεῖρας καὶ κεφαλὴν μᾶλλον, ἄναυδος, ἄφωνος, βραχύπνοος ἐπὶ χρόνον πολύν. ἐπὶ δὲ τῆς ὀγδόης