Ancient Greek · ~3 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.758
Not analysed yet
φησι τὸν ἕτερον αὐτῶν ἀμείψασθαι λόγοις χρησάμενον ἀνθρωπίνῃ διαλέκτῳ. Αὐδήεντα, γάρ φησιν, ἔθηκε θεὰ λευκώλενος. Ἥρη, οὐχ ὡς ἄφωνον ὄντα πρότερον οὐδ' ὡς οὐκ ἔχοντα τὴν κοινὴν τῶν ἵππων φωνήν, ἀλλ' ὡς οὐ <τὴν> ὀνομαζομένην αὐδὴν ἐκείνων. οὕτως οὖν καὶ θεὸν αὐδήεσσαν εἴρηκε τὴν ἀνθρωπίνῃ διαλέκτῳ χρωμένην, ὅτι καὶ αὐτὴν ἀνθρωποειδῆ φησιν εἶναι, μὴ πάντων τῶν θεῶν τοιούτων ὑπαρχόντων. ἐναργῶς γοῦν ἥλιος καὶ σελήνη καὶ τὰ λοιπὰ τῶν ἄστρων ἀποκεχώρηκε πάμπολυ τῆς τῶν ἀνθρώπων ἰδέας. καὶ ὁ Ἱπποκράτης οὖν τὸ ἄναυδον μὲν εἶπεν ἐπὶ τοῦ μὴ δυναμένου διαλέγεσθαι, τὸ δ' ἄφωνον ἐπὶ τοῦ μηδ' οἰμῶξαι μηδὲ βοῆσαι δυναμένου. δῆλον δ' ἐστὶ τὸ τοιοῦτον μοχθηρότερον εἶναι τῆς ὡς ἂν εἴποι τις ἀναυδίας. οἷς γοῦν ἡ γλῶττα μόνη παραλέλυται, φωνεῖν μὲν μέγιστον ἐνίοτε δύνανται, διαλέγεσθαι δ' οὐ δύνανται. εἰ δὲ μηδὲ φωνεῖν οἷοί τε |