Ancient Greek · ~5 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.759
Not analysed yet
εἶεν, ἐσχάτης νεκρώσεώς ἐστι τὸ τοιοῦτον γνώρισμα τῶν οὕτως ἐχόντων, μήτ' οἰμωζόντων μήτε στεναζόντων μήθ' ὅλως μηδὲν φθέγγεσθαι δυναμένων. Σαβῖνος δὲ κατὰ ταὐτὰ τοῖς ἄλλοις τὸν μὲν οὐδ' ὅλως ἔχοντα φωνὴν οὐδεμίαν ἄναυδον εἰρῆσθαι νομίζει, τὸ δ' ἄφωνον ἐν ἴσῳ τῷ ἀπόπληκτον ὑπὸ τοῦ Ἱπποκράτους γεγράφθαι φησίν, ὥσπερ οὐ δυναμένου καλέσαι τὸν οὕτω διακείμενον ἀπόπληκτον. οὐ μὴν οὐδὲ τἄλλα τὰ κατὰ <ταύτην> τὴν διάθεσιν εἰρημένα συνᾴδει τῷ γεγονέναι τὸν προκείμενον ἄρρωστον ἀπόπληκτον. Τέταρτος ἄρρωστος. Ὁ φρενιτικὸς τῇ πρώτῃ κατακλινεὶς ἤμεσεν ἰώδεα, πολλά, λεπτά, καὶ τἄλλα τὰ <ἐφ>εξῆς ἄχρι τῆς ἀρχῆς τοῦ πέμπτου ἀρρώστου. Οὗτος ὁ ἄρρωστος ὀξυτάτης φρενίτιδός ἐστι παράδειγμα κατὰ τὴν πρώτην ἡμέραν εὐθέως συνεισβαλούσης τῷ πυρετῷ. καὶ πάντας γε ἐθεασάμην ἐντὸς τῆς ἑβδόμης ἡμέρας ἀποθανόντας τοὺς οὕτω φρενιτίσαντας. ὀλίγοι δὲ πάνυ καὶ σπάνιοι ταύτην ὑπερέβαλον. ἄξιον δὲ θαυμάσαι τὴν τῶν τοιούτων νοσημάτων γένεσιν, ὅπως ἐξαίφνης ἐπιτίθεται τοῖς ἀμέμπτως ὑγιαίνουσιν. οὐ γὰρ δή, ὥσπερ ἐξαιφνίδιος ἡ γένεσις αὐτῶν ἐστιν, οὕτω καὶ ἡ τῆς γενέσεως αἰτία, καθάπερ εἰ καὶ φάρμακον θανάσιμον ἔλαβεν ὁ ἄνθρωπος ἤ τι τῶν χαλεπωτάτων θηρίων ἔδακεν αὐτόν, ἀλλὰ κατὰ βραχύ πως ηὔξησεν ἐν τῷ σώματι τὴν τὰ τοιαῦτα πάθη δυναμένην αἰτίαν ἐργάσασθαι, καθάπερ ἐπὶ τῶν λυσσοδήκτων συμβαίνει. πρόδηλον γάρ, ὅτι κἀκείνοις οὐκ ἀργῶν οὐδ' ἡσυχάζων ὁ τοῦ κυνὸς ἰὸς οὐδὲν ἑαυτοῦ γνώρισμα παρέχει πολλῶν ἐφεξῆς ἐνίοτε μηνῶν, ἐξαίφνης δ' αὐτοῖς |