Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.762
Not analysed yet
μὲν |οὖν καὶ πεμπταίους εἶδον ἀπολομένους, ἐξ ἀρχῆς εὐθέως ἁλόντας ὀξείᾳ φρενίτιδι, τριταῖον δ' οὐκ εἶδον, ὥσπερ οὐδὲ μέχρι τῆς †εἰκοστῆς ἐκταθέντα. φαίνεται τοίνυν ὁ Ἱπποκράτης τοῦτον μὲν ὡς ὀξύτατα διαφθαρέντα δηλώσας ἡμῖν, ἕτερον δ' ὀλίγον ὕστερον ὡς παραλογώτατα χρονίσαντα, περὶ οὗ κατὰ τὸν οἰκεῖον λόγον ἐπισημανοῦμεν. Πέμπτος ἄρρωστος. Ἐν Λαρίσσῃ φαλακρὸς μηρὸν δεξιὸν ἐπόνησεν <ἐξαίφνης>, καὶ τἄλλα τὰ ἐφεξῆς ἄχρι τῆς ἀρχῆς τοῦ ἕκτου ἀρρώστου.