Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.763
Not analysed yet
Τοῦτόν τις τὸν ἄρρωστον ἀναγνούς, ἐὰν μὲν μὴ προσσχῇ τὸν νοῦν ἀκριβῶς τοῖς εἰρημένοις, δειλὸς ἔσται πρὸς ἅπαν ἄλγημα, προσσχὼν δὲ οὔτε προπετῶς δειλὸς οὔτε θαρραλέος ἀλογίστως. ἀλλ' ὅταν γε ὁτιοῦν μέρος ἀλγῆσαι τύχῃ, πρῶτον μὲν ἐπίσκεψαι, μή τι τῶν ἔξωθεν αἰτίων ἐγένετο. καὶ γὰρ ἐν κινήσεσί γέ τισι λεληθότως ἐβλάβησαν ἔνιοι καὶ καθ' ὕπνον οὐκ ἐπιτηδείως ἐσχηματισμένον τι μόριον ἔχοντες, ἔν τε περιαγωγαῖς τισι καὶ περιστροφαῖς ἐξαιφνιδίοις, καὶ τὰ μόρια <δ'> ἐρριγωκότα καὶ προκατεψυγμένα σπάσμασί τε καὶ τίλμασιν ἁλισκόμενα μεγίστας ὀδύνας φέρει, καθάπερ γε καὶ τὰ ῥήγματα πολλοῖς ἐπώδυνα γίνεται καὶ μᾶλλον, ὅσοι ξηροὶ τὴν κρᾶσίν εἰσι, καὶ τούτων ἔτι μᾶλλον, ἐὰν ἢ παρηβῶντες ἢ γέροντες ὦσιν. ὅταν οὖν μηδὲν τοιοῦτον φαίνηται τῆς ὀδύνης αἴτιον, ἑξῆς ἐπίσκεψαι τὴν προηγησαμένην δίαιταν, εἴτ' ἀργοτέρᾳ παρὰ τὸ ἔθος [ἐστὶν] ἢ σιτίοις ἐχρήσατο πλείοσιν ὁ ἄνθρωπος πολυτρόφοις ἢ συνήθων ἐκκρίσεων ἐπίσχεσις αὐτῷ γέγονεν. εἰ γάρ τι τοιούτων ἢ καὶ πάντα σοι φαίνοιτο, πλῆθος αἴτιον τῆς ὀδύνης ἡγησάμενος |