Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.765
Not analysed yet
τῷ κατὰ βραχὺ σωρευθέν, οὐ παρακολουθήσαντος ἑαυτῷ τοῦ ἀνθρώπου τῇ τε ποσότητι καὶ τῇ ποιότητι τῶν ἐδεσμάτων. ἐνίοτε δὲ καὶ πυκνότερον ἑαυτοῦ τὸ δέρμα γενόμενον ἔκ τινων αἰτίων λαθόντων τὸν ἰδιώτην τῶν ἱδρώτων ἐπισχὸν τὰς διαπνοὰς αἴτιον ἐγένετο πληθωρικῆς διαθέσεως. διὰ τοῦτο οὖν, ἐὰν ἡ ὀδύνη μὴ παύηται πρὸς τῶν βοηθημάτων, κενωτέον ἐστὶν ὅτι τάχιστα τὸν κάμνοντα. τὸ τοίνυν ἐπὶ τοῦ φαλακροῦ <βεβαίως> οὐκ ἔχω συμβαλεῖν, εἴτ' ἐφλεβοτόμησέ τις αὐτὸν εἴτε μή. ὅσον μὲν γὰρ ἐπὶ τῷ φάναι τὸν Ἱπποκράτην τῶν δὲ προσφερομένων οὐδὲν ὠφέλει, δύναται λέγειν ὁ μέν τις, ὡς ἐν τοῖς προσφερομένοις καὶ τῆς φλεβοτομίας ἐμνημόνευσεν, ὁ δέ τις, ὡς οὐκ εἴη τῶν προσφερομένων αὐτῷ βοηθημάτων· ὅσον δὲ ἐπὶ τῷ παρακόψαι τε καὶ τῇ τετάρτῃ τῶν ἡμερῶν ἀποθανεῖν, ὅτι παρελείφθη τὸ βοήθημα. προσγέγραπται δ' ἐπὶ τῇ τελευτῇ κατὰ τὰ διεσκευασμένα τῶν ἀντιγράφων καὶ τούτῳ τῷ ἀρρώστῳ καὶ τῷ μετ' αὐτὸν πρότερον μὲν τὸ ὀξύ, μετ' αὐτὸ δὲ οἱ χαρακτῆρες, ὑπὲρ ὧν, ὡς ἔφην, οἱ μὲν περὶ τὸν Σαβῖνον ὀρθῶς φρονοῦντες οὐδὲν εἶπον, ὁ δὲ |