Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.766
Not analysed yet
Ζεῦξις διελέγχει καθ' ἕκαστον ἄρρωστον τοὺς ἐξηγησαμένους μοχθηρῶς. ἀλλ' ἡμῖν ἔδοξε πάντα τὰ οὕτω προσγεγραμμένα παραλιπεῖν ἐν τῷ νῦν ἐνεστῶτι λόγῳ. γενήσεται γάρ, ἐὰν δόξῃ, βιβλίον ὅλον ἰδίᾳ τοῖς καὶ τὰ τοιαῦτα πολυπραγμονοῦσιν ἡδέως, ἐν ᾧ περὶ τῶν ἅπασι τοῖς ἀρρώστοις προσγεγραμμένων χαρακτήρων ὁ λόγος ἔσται. νυνὶ δ' οὐ προσήκει τοῖς χρησίμοις ἀναμειγνύναι τὰ ἄχρηστα. Ἕκτος ἄρρωστος. Ἐν Ἀβδήροισι Περικλέα πυρετὸς ἔλαβεν ὀξύς, συνεχὴς μετὰ πόνου, καὶ τἄλλα τὰ ἐφεξῆς ἄχρι τῆς ἀρχῆς τοῦ ἑβδόμου ἀρρώστου. Οὗτος ὁ ἄρρωστος παράδειγμά ἐστι νοσήματος ὀξυτάτου, φοβεροῦ μὲν τοῖς μὴ τεχνίταις, ἐν τάχει δὲ κριθησομένου τοῖς ἐπιστήμοσιν. ὅπου γὰρ ὑπόσπληνος ὢν εὐθὺς μὲν ἐν τῇ πρώτῃ τῶν ἡμερῶν ᾑμορράγησεν ἐξ ἀριστεροῦ μυκτῆρος πολύ, τὰ δ' οὖρα παχέα μὲν ἦν καὶ ἀκατάστατα, λευκὰ δὲ κατὰ τὴν χρόαν, ἐν δὲ τῇ δευτέρᾳ τῶν ἡμερῶν ἱδρύετο μᾶλλον, ἐλπὶς ἦν ἀγαθὴ περὶ τὸν κάμνοντα· παυσαμένης δὲ καὶ τῆς ἄσης αὐτῷ κατὰ τὴν δευτέραν τῶν ἡμερῶν καὶ ὕπνων γενομένων, ἔτι καὶ μᾶλλον ἦν ἐλπίσαι βεβαιότερον ἐν τάχει σωθήσεσθαι τὸν ἄνθρωπον. ἐπὶ δὲ τῆς τρίτης ἡμέρας καλλίστων τε ἅμα καὶ πλείστων οὔρων γενομένων, ἐναργὲς ἦν ἤδη τὸ κατὰ τὴν τετάρτην ἡμέραν ἀπαλλαγήσεσθαι τῆς νόσου τὸν ἄνθρωπον. |