Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.780
Not analysed yet
Ὅτι μὲν ὥραν εἶδε καταμηνίων ἡ παρθένος, δῆλόν ἐστιν ἐξ ὧν αὐτὸς ἔγραψεν εἰπὼν ὧδε· γυναικεῖα κατέβη πρῶτον τότε. φαίνεται δ' ἡ νόσος καὶ ταύτῃ γεγονέναι πληθωρικὴ καὶ κριθῆναι μὲν ἐπὶ τῆς ἕκτης ἡμέρας, διότι καὶ τοὺς πόνους ἔσχεν ἐν ἀρτίαις, ὡς αὐτὸς ἔγραψεν. παράδοξον δὲ τὸ μηδ' ὑποστρέψαι, καίτοι τῆς ἕκτης ἡμέρας μηδέποτε πιστῶς κρινούσης. ξένον οὖν τι τοῦτο καὶ πάνυ σπάνιον <τὸ> ἐπ' αὐτῆς γενόμενον ἐπεσημήνατο γράψας· ταύτῃ οὐχ ὑπέστρεψεν, ἀλλ' ἐκρίθη, ὡς δέον ὑποστρέψαι. ἀλλὰ καὶ τὴν αἰτίαν ἔγραψε τοῦ μὴ ὑποστρέψαι προσθείς· ἐν τοῖσι πυρετοῖσι καὶ ἤδη κεκριμένων γυναικεῖα κατέβη. τὸ γὰρ ἐπιμεῖναι τὴν κένωσιν αὐτῇ ταῖς μετὰ τὴν κρίσιν ἡμέραις ἱκανὸν ἐγένετο φυλάξαι βέβαιον τὴν προηγησαμένην κρίσιν ἐν τῇ ἕκτῃ <τῶν> ἡμερῶν δι' αἱμορραγίας τε καὶ ἱδρώτων καὶ μάλισθ' ὅτι μήτε φλεγμονή τις ἐγένετο κυρίου μορίου μήτε κακόηθες ἦν τὸ πλῆθος. αὐτὸς γὰρ ἐπεσημήνατο πληθωρικὴν εἶναι τὴν διάθεσιν ἐν τῷ φάναι διὰ παντὸς ἐσχηκέναι προσώπου μὲν ἔρευθος, ὀμμάτων δὲ ὀδύνην καὶ καρηβαρίαν. εὔδηλον οὖν, |