Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.781
Not analysed yet
ὅτι κενώσεως ἐδεῖτο μόνης. καὶ ταύτην ἡ φύσις ἤρξατο μὲν ἐργάζεσθαι τῇ τρίτῃ τῶν ἡμερῶν, συνεπλήρωσε δὲ κατὰ τὴν ἕκτην. ὅτι δὲ τῷ λόγῳ τῆς φύσεως, οὐχ ὡς σύμπτωμα τῆς νόσου διὰ τῆς γαστρὸς ἡ κένωσις ἐγένετο, σαφῶς ἐδήλωσεν αὐτὸς γράψας· τῇ τρίτῃ δὲ πολλὰ διῆλθεν ἀπὸ κοιλίης ὑδατόχολα καὶ τὰς ἑπομένας ᾔει τοιαῦτα εὐφόρως. τοῦτο <δὲ τὸ> προσκείμενον ἐνδείκνυται τῶν λυπούντων γενέσθαι τὴν κένωσιν. ἐπισημήνασθαι δὲ νῦν τῶν κατὰ τὴν διήγησιν αὐτῆς εἰρημένων ἄξιόν ἐστι καὶ ταῦτα τὰ δύο πρὸς τοῖς εἰρημένοις, ἓν μὲν τὸ κατὰ τὴν ἀρχὴν γεγραμμένον γλῶσσα λιγνυώδης, ξηρή, δεύτερον δὲ τὸ τετάρτῃ οὔρησε λεπτόν, ὀλίγον, εἶχεν ἐναιώρημα μετέωρον, οὐχ ἵδρυτο, παρέκρουσε. τὸ μὲν οὖν αὐτῶν πρότερον εἰρημένον χρήσιμόν ἐστιν εἰς τὸ μὴ παντελῶς ὀλέθριον ἡγεῖσθαι τὴν λιγνυώδη γλῶσσαν· ὀνομάζει δ' οὕτως τὴν ἐπικεχρωσμένην οἷον λιγνύι τινί, ξηρὰν οὖσαν ἐξ ἀνάγκης. τὸ δὲ δεύτερον ἐπειδὴ καὶ κατ' ἄλλους ἀρρώστους εἶπεν ἐναιώρημα μετέωρον, εὐθέως ἐπήνεγκεν αὐτῷ τὸ παρέκρουσεν, ἐμφαίνων τοῖς τοιούτοις |