Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.782
Not analysed yet
ἐναιωρήμασιν ἕπεσθαι παραφροσύνην. καίτοι κατά γε τὸ Προγνωστικὸν ἅπαντα τὰ περὶ τῶν οὔρων διελθὼν οὐδεμίαν ἐξ αὐτῶν εἰς παραφροσύνην ἐποιήσατο πρόγνωσιν. ἔοικεν οὖν τὸ σημεῖον τοῦτο καθ' αὑτὸ μὲν οὐδέποτε σημαίνειν παραφροσύνην, συνενδείκνυσθαι δέ ποτε κατὰ συμβεβηκός, ἐπειδὴ πνευματωδέστερον εἶναι δηλοῖ τὸ αἷμα. κατὰ γὰρ τὸ παντελῶς ἄφυσον εἰς τὸ κάτω τῶν ἀγγείων φέρεται τὰ ἐναιωρήματα. Τρισκαιδέκατος ἄρρωστος. Ἀπολλώνιος ἐν Ἀβδήροις ὀρθοστάδην ὑπεφέρετο χρόνον πολύν· καὶ τἄλλα τὰ ἐφεξῆς ἄχρι τῆς ἀρχῆς τοῦ δεκάτου τετάρτου ἀρρώστου. Κἀπὶ τούτου πάλιν ὁ Ἱπποκράτης ὥσπερ ἐπ' ἄλλων πολλῶν αὐτὸς ἐπὶ τῷ τέλει τῆς διηγήσεως ἐν κεφαλαίοις βραχέσιν ἐδήλωσε τὰ γενόμενα συμπτώματά τε καὶ σημεῖα, δι' ὧν ἄν τις προγνοίη τὸν ἐσόμενον θάνατον. ἔχει δὲ ἡ ῥῆσις ὧδε· τούτῳ διὰ τέλεος, ἐξ οὗ καὶ ἐγὼ οἶδα, κοιλίη ταραχώδης, οὖρα λεπτὰ καὶ μέλανα, κωματώδης, ἄγρυπνος, ἄκρεα ψυχρά, παράληρος διὰ τέλεος. τῶν δὲ κατὰ μέρος οὐδέν ἐστιν ἀσαφές, εἴ τις τῶν προεξηγημένων ἡμῖν μνημονεύει.