Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.1001
Not analysed yet
τοῦ νοσοῦντος. αὕτη γάρ ἐστι καὶ τοιαύτη τις ἡ περὶ τοὺς κάμνοντας οἰκονομία. Ὅτι ἐν θερμοτέρῳ, στερεωτέρῳ, ἐν τοῖσι δεξιοῖσι καὶ μέλανες διὰ τοῦτο καὶ ἔξω αἱ φλέβες [καὶ χολωδέστεροι] μᾶλλον. Οὐδὲν θαυμαστόν ἐστι κἀνταῦθα παραλελεῖφθαι τὸ συνέχον μάλιστα τὸν ὅλον λόγον. οὐ γὰρ σύγγραμμά ἐστι τὸ βιβλίον τοῦτο πρὸς ἔκδοσιν γεγονός, ἀλλὰ παρασκευαί τινες ἢ ὑποτυπώσεις ὁποίας ἑαυτοῖς εἰώθαμεν ποιεῖσθαι· ὡς, εἴ γε σύγγραμμα ἦν, οὕτως ἂν ἀρχόμενος, ὡς ἐν τοῖς Ἀφορισμοῖς ἔγραψε, προσέθηκε τὰ ἐφεξῆς, τὸν ὅλον λόγον ποιησάμενος τοιοῦτον· "ἔμβρυα τὰ μὲν ἄρρενα ἐν τοῖς δεξιοῖς μέρεσι τῆς μήτρας μᾶλλον εὑρίσκεται συνιστάμενα, τὰ δὲ θήλεα κατὰ τὸν ἕτερον κόλπον αὐτῆς τὸν ἀριστερόν. εἰκὸς γάρ ἐστιν ἐν τῷ θερμοτέρῳ μέρει τῆς μήτρας τὸ θερμότερον συνίστασθαι. θερμότερον δ' ἐστὶ τὸ ἄρρεν, ὡς |