Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.1000
Not analysed yet
ἐσθῆτα καὶ σκεύη καὶ οἰκέτας, ὑποζύγιά τε καὶ ἄλλα θρέμματα καὶ οἰκίας καὶ σῖτον καὶ χεδροπὰ καὶ τραγήματα καὶ οἶνον καὶ ἔλαιον, ὅσα τ' ἄλλα τοιαῦτα, διαφέρει πάμπολυ τοῦ χρῆσθαι τούτοις προσηκόντως, ὅπερ ὀνομάζουσιν οἰκονομίαν, οὕτω καὶ κατὰ τὴν ἰατρικὴν οὐ ταὐτόν ἐστι τὸ μαθεῖν τὴν τέχνην τῷ χρήσασθαι προσηκόντως οἷς ἔμαθέ τις, ἐπιστάμενος ἐν καιρῷ μὲν αὐτὸς ἐρωτῆσαι καὶ εἰπεῖν, ἐν καιρῷ δ' ἀκοῦσαί τι τοῦ κάμνοντος ἢ τῶν οἰκείων αὐτοῦ διαλεχθῆναί τε αὐτοῖς, ὅπως εἰς τὴν ὑπηρεσίαν ὡς χρησιμώτατοι γίνονται, προνοήσασθαί τε τῶν ἔξωθεν, ἃ παρορᾶται τοῖς ἰατροῖς καὶ τοῖς οἰκείοις τοῦ κάμνοντος· ὧν μάλιστα χρήσιμα τὰ περὶ τὰς κατακλίσεις εἰσὶν ἢ τῶν οἰκιῶν ὅλων μοχθηρῶν οὐσῶν ἢ τῶν οἴκων ἐν οἷς οἱ νοσοῦντες κατάκεινται δι' ὀσμὴν μοχθηρὰν ἢ ἀέρα θερμὸν ἢ ψυχρὸν ἰσχυρῶς ἢ εὐρῶτος πλήρη, καὶ περὶ τῆς ἐνοχλήσεως δὲ τῆς ἐκ τῶν γειτνιώντων ἢ τῆς τῶν παρ<ι>όντων κατὰ τὰς δημοσίας ὁδοὺς προνοήσασθαι χρὴ τὸν ἰατρόν, διαλεχθῆναι δὲ περὶ τούτων ἁπάντων τοῖς οἰκείοις τε καὶ φίλοις |