Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.1003
Not analysed yet
δεικνύναι τὰ δόγματα πρόκειται τὰ Ἱπποκράτεια, ὅτι μὴ πάρεργον, ἀλλὰ τὴν λέξιν ἐξηγεῖσθαι. καὶ ταύτην οὖν τινες τῶν νεωτέρων ἐξηγητῶν ἐτόλμησαν μεταγράφειν, τὸ στερεωτέρῳ, καὶ ποιῆσαι "στερεώτεροι". δοκεῖ γὰρ αὐτοῖς ἄλογον εἶναι τὸ δεξιὸν μέρος τῆς μήτρας ὥσπερ θερμότερον, οὕτω καὶ στερεώτερον λέγεσθαι. φαίνεται γὰρ ὁμοίως ἔχον ὅσον ἐπὶ στερεότητι καὶ διὰ τοῦτο χρῆναι γράφειν φασίν, ὅτι ἐν θερμοτέρῳ στερεώτεροι ἐν τοῖσι δεξιοῖσι καὶ μέλανες διὰ τοῦτο, δηλούσης τῆς λέξεως ἐν τῷ θερμοτέρῳ τῆς μήτρας μέρει κυεῖσθαι <τὸ ἔμβρυον> στερεώτερον, ἐν ἴσῳ τῷ ἰσχυρότερον καὶ εὐρρωστότερον, ἐπειδὴ καὶ θερμότερόν ἐστι φύσει. περὶ δὲ τῆς ἀληθείας τοῦ δόγματος οὐ νῦν, ὡς ἔφην †εἶναι, λέγειν καιρός. ἐπεὶ δ' ἔνιοι πρὸς τοὺς εἰπόντας ἅπαντα δεξιὰ μέρη τῶν ἀριστερῶν εἶναι θερμότερα καὶ ἰσχυρότερα διὰ τὴν τοῦ ἥπατος θέσιν ἀντιλέγοντες ἔφασαν· "ἀλλ' ἔκ τε τῶν ἀριστερῶν ἡ καρδία κεῖται καὶ φαίνεται μήθ' ὁ δεξιὸς ὀφθαλμὸς τοῦ ἀριστεροῦ μᾶλλον βλέπων μήτε τὸ οὖς ἀκοῦον ἢ τὸ σκέλος βαδίζον, ἀλλ' ἐπὶ τῆς χειρὸς μόνης τὸ |